- 텍스트

Sophocles, Trachiniae, episode

(소포클레스, 트라키니아이, episode)

κλύους ἔφριξα τάσδε συμφοράς, φίλαι, ἄνακτος, οἱαίς οἱο῀ς ὢν ἐλαύνεται.? ὦ πολλὰ δὴ καὶ θερμὰ κοὐ λόγῳ κακὰ καὶ χερσὶ καὶ νώτοισι μοχθήσας ἐγώ: κοὔπω τοιοῦτον οὔτ ἄκοιτις ἡ Διὸς προύθηκεν οὔθ ὁ στυγνὸς Εὐρυσθεὺς ἐμοί, οἱο῀ν τόδ ἡ δολῶπις Οἰνέως κόρη καθῆψεν ὤμοις τοῖς ἐμοῖς Ἐρινύων ὑφαντὸν ἀμφίβληστρον, ᾧ διόλλυμαι. πλευραῖσι γὰρ προσμαχθὲν ἐκ μὲν ἐσχάτας βέβρωκε σάρκας, πλεύμονός τ ἀρτηρίας ῥοφεῖ ξυνοικοῦν, ἐκ δὲ χλωρὸν αἷμά μου πέπωκεν ἤδη, καὶ διέφθαρμαι δέμας τὸ πᾶν, ἀφράστῳ τῇδε χειρωθεὶς πέδῃ. κοὐ ταῦτα λόγχη πεδιάς, οὔθ ὁ γηγενὴς στρατὸς Γιγάντων οὔτε θήρειος βία, οὔθ Ἑλλὰς οὔτ ἄγλωσσος οὔθ ὅσην ἐγὼ γαῖαν καθαίρων ἱκόμην, ἔδρασέ πω: γυνὴ δέ, θῆλυς φῦσα κοὐκ ἀνδρὸς φύσιν, μόνη με δὴ καθεῖλε φασγάνου δίχα. ὦ παῖ, γενοῦ μοι παῖς ἐτήτυμος γεγώς, καὶ μὴ τὸ μητρὸς ὄνομα πρεσβεύσῃς πλέον. δός μοι χεροῖν σαῖν αὐτὸς ἐξ οἴκου λαβὼν ἐς χεῖρα τὴν τεκοῦσαν, ὡς εἰδῶ σάφα εἰ τοὐμὸν ἀλγεῖς μᾶλλον ἢ κείνης ὁρῶν λωβητὸν εἶδος ἐν δίκῃ κακούμενον. ἴθ, ὦ τέκνον, τόλμησον: οἴκτιρόν τέ με πολλοῖσιν οἰκτρόν, ὅστις ὥστε παρθένος βέβρυχα κλαίων, καὶ τόδ οὐδ ἂν εἷς ποτε τόνδ ἄνδρα φαίη πρόσθ ἰδεῖν δεδρακότα, ἀλλ ἀστένακτος αἰὲν εἱπόμην κακοῖς. νῦν δ ἐκ τοιούτου θῆλυς ηὑρ´ημαι τάλας. καὶ νῦν προσελθὼν στῆθι πλησίον πατρός, σκέψαι θ ὁποίας ταῦτα συμφορᾶς ὕπο πέπονθα:

δείξω γὰρ τάδ ἐκ καλυμμάτων. ἰδού, θεᾶσθε πάντες ἄθλιον δέμας, ὁρᾶτε τὸν δύστηνον, ὡς οἰκτρῶς ἔχω. αἰαῖ, ἆ τάλας, ἔθαλψεν ἄτης σπασμὸς ἀρτίως ὅδ αὖ, διῇξε πλευρῶν, οὐδ ἀγύμναστόν μ ἐᾶν ἐοίκεν ἡ τάλαινα διάβορος νόσος. ὦναξ Αἴδη, δέξαι μ, ὦ Διὸς ἀκτίς, παῖσον, ἔνσεισον, ὦναξ, ἐγκατάσκηψον βέλος, πάτερ, κεραυνοῦ: δαίνυται γὰρ αὖ πάλιν, ἤνθηκεν, ἐξωρμήκεν. ὦ χέρες χέρες, ὦ νῶτα καὶ στέρν, ὦ φίλοι βραχίονες, ὑμεῖς δὲ κεῖνοι δὴ καθέσταθ, οἵ ποτε Νεμέας ἔνοικον, βουκόλων ἀλάστορα λέοντ, ἄπλατον θρέμμα κἀπροσήγορον, βίᾳ κατειργάσασθε, Λερναίαν θ ὕδραν, διφυῆ τ ἄμικτον ἱπποβάμονα στρατὸν θηρῶν, ὑβριστὴν ἄνομον, ὑπέροχον βίαν, Ἐρυμάνθιόν τε θῆρα, τόν θ ὑπὸ χθονὸς Αἵδου τρίκρανον σκύλακ, ἀπρόσμαχον τέρας, δεινῆς Ἐχίδνης θρέμμα, τόν τε χρυσέων δράκοντα μήλων φύλακ ἐπ ἐσχάτοις τόποις. ἄλλων τε μόχθων μυρίων ἐγευσάμην, κοὐδεὶς τροπαῖ ἔστησε τῶν ἐμῶν χερῶν. νῦν δ ὧδ ἄναρθρος καὶ κατερρακωμένος τυφλῆς ὑπ ἄτης ἐκπεπόρθημαι τάλας, ὁ τῆς ἀρίστης μητρὸς ὠνομασμένος, ὁ τοῦ κατ ἄστρα Ζηνὸς αὐδηθεὶς γόνος. ἀλλ εὖ γέ τοι τόδ ἴστε, κἂν τὸ μηδὲν ὦ κἂν μηδὲν ἑρ´πω, τήν γε δράσασαν τάδε χειρώσομαι κἀκ τῶνδε: προσμόλοι μόνον, ἵν ἐκδιδαχθῇ πᾶσιν ἀγγέλλειν ὅτι καὶ ζῶν κακούς γε καὶ θανὼν ἐτισάμην. ὦ τλῆμον Ἑλλάς, πένθος οἱο῀ν εἰσορῶ ἕξουσαν, ἀνδρὸς τοῦδέ γ εἰ σφαλήσεται.

ἐπεὶ παρέσχες ἀντιφωνῆσαι, πάτερ, σιγὴν παρασχὼν κλῦθί μου, νοσῶν ὅμως: αἰτήσομαι γάρ ς ὧν δίκαια τυγχάνειν. δός μοι σεαυτόν, μὴ τοσοῦτον ὡς δάκνει θυμῷ δύσοργος: οὐ γὰρ ἂν γνοίης ἐν οἷς χαίρειν προθυμεῖ κἀν ὅτοις ἀλγεῖς μάτην. εἰπὼν ὃ χρῄζεις λῆξον: ὡς ἐγὼ νοσῶν οὐδὲν ξυνίημ ὧν σὺ ποικίλλεις πάλαι. τῆς μητρὸς ἥκω τῆς ἐμῆς φράσων ἐν οἷς νῦν ἐστιν ὥς θ ἥμαρτεν οὐχ ἑκουσία. ὦ παγκάκιστε, καὶ παρεμνήσω γὰρ αὖ τῆς πατροφόντου μητρός, ὡς κλύειν ἐμέ· ἔχει γὰρ οὕτως ὥστε μὴ σιγᾶν πρέπειν. οὐ δῆτα τοῖς γε πρόσθεν ἡμαρτημένοις. ἀλλ οὐδὲ μὲν δὴ τοῖς γ ἐφ ἡμέραν ἐρεῖς. λέγ, εὐλαβοῦ δὲ μὴ φανῇς κακὸς γεγώς. λέγω: τέθνηκεν ἀρτίως νεοσφαγής. πρὸς τοῦ· τέρας τοι διὰ κακῶν ἐθέσπισας. αὐτὴ πρὸς αὑτῆς, οὐδενὸς πρὸς ἐκτόπου. οἴμοι: πρὶν ὡς χρῆν σφ ἐξ ἐμῆς θανεῖν χερός· κἂν σοῦ στραφείη θυμός, εἰ τὸ πᾶν μάθοις. δεινοῦ λόγου κατῆρξας: εἰπὲ δ ᾗ νοεῖς. ἅπαν τὸ χρῆμ, ἥμαρτε χρηστὰ μωμένη. χρήστ, ὦ κάκιστε, πατέρα σὸν κτείνασα δρᾷ· στέργημα γὰρ δοκοῦσα προσβαλεῖν σέθεν ἀπήμπλαχ, ὡς προσεῖδε τοὺς ἔνδον γάμους. καὶ τίς τοσοῦτος φαρμακεὺς Τραχινίων· Νέσσος πάλαι Κένταυρος ἐξέπεισέ νιν τοιῷδε φίλτρῳ τὸν σὸν ἐκμῆναι πόθον. ἰοὺ ἰοὺ δύστηνος, οἴχομαι τάλας:

ὄλωλ ὄλωλα, φέγγος οὐκέτ ἔστι μοι. οἴμοι, φρονῶ δὴ ξυμφορᾶς ἵν ἕσταμεν. ἴθ, ὦ τέκνον, πατὴρ γὰρ οὐκέτ ἔστι σοι: κάλει τὸ πᾶν μοι σπέρμα σῶν ὁμαιμόνων, κάλει δὲ τὴν τάλαιναν Ἀλκμήνην, Διὸς μάτην ἄκοιτιν, ὡς τελευταίαν ἐμοῦ φήμην πύθησθε θεσφάτων ὅς οἶδ ἐγώ. ἀλλ οὔτε μήτηρ ἐνθάδ, ἀλλ ἐπακτίᾳ Τίρυνθι συμβέβηκεν ὥστ ἔχειν ἕδραν. παίδων δὲ τοὺς μὲν ξυλλαβοῦς αὐτὴ τρέφει, τοὺς δ ἂν τὸ Θήβης ἄστυ ναίοντας μάθοις: ἡμεῖς δ ὅσοι πάρεσμεν, εἴ τι χρή, πάτερ, πράσσειν, κλύοντες ἐξυπηρετήσομεν. σὺ δ οὖν ἄκουε τοὔργον:

ἐξήκεις δ ἵνα φανεῖς ὁποῖος ὢν ἀνὴρ ἐμὸς καλεῖ. ἐμοὶ γὰρ ἦν πρόφαντον ἐκ πατρὸς πάλαι, τῶν ἐμπνεόντων μηδενὸς θανεῖν ὕπο, ἀλλ ὅστις Αἵδου φθίμενος οἰκήτωρ πέλοι. ὅδ οὖν ὁ θὴρ Κένταυρος, ὡς τὸ θεῖον ἦν πρόφαντον, οὕτω ζῶντά μ ἔκτεινεν θανών. φανῶ δ ἐγὼ τούτοισι συμβαίνοντ ἴσα μαντεῖα καινά, τοῖς πάλαι ξυνήγορα, ἃ τῶν ὀρείων καὶ χαμαικοιτῶν ἐγὼ Σελλῶν ἐσελθὼν ἄλσος εἰσεγραψάμην πρὸς τῆς πατρῴας καὶ πολυγλώσσου δρυός, ἥ μοι χρόνῳ τῷ ζῶντι καὶ παρόντι νῦν ἔφασκε μόχθων τῶν ἐφεστώτων ἐμοὶ λύσιν τελεῖσθαι: κἀδόκουν πράξειν καλῶς. τὸ δ ἦν ἄρ οὐδὲν ἄλλο πλὴν θανεῖν ἐμέ. τοῖς γὰρ θανοῦσι μόχθος οὐ προσγίγνεται. ταῦτ οὖν ἐπειδὴ λαμπρὰ συμβαίνει, τέκνον, δεῖ ς αὖ γενέσθαι τῷδε τἀνδρὶ σύμμαχον καὶ μὴ πιμεῖναι τοὐμὸν ὀξῦναι στόμα, ἀλλ αὐτὸν εἰκαθόντα συμπράσσειν, νόμον κάλλιστον ἐξευρόντα, πειθαρχεῖν πατρί. ἀλλ, ὦ πάτερ, ταρβῶ μὲν εἰς λόγου στάσιν τοιάνδ ἐπελθών, πείσομαι δ ἅ σοι δοκεῖ.

ἔμβαλλε χεῖρα δεξιὰν πρώτιστά μοι: ὡς πρὸς τί πίστιν τήνδ ἄγαν ἐπιστρέφεις· οὐ θᾶσσον οἴσεις μηδ ἀπιστήσεις ἐμοί· ἰδοὺ προτείνω, κοὐδὲν ἀντειρήσεται. ὄμνυ Διός νυν τοῦ με φύσαντος κάρα, ἦ μὴν τί δράσειν· καὶ τόδ ἐξειρήσεται· ἦ μὴν ἐμοὶ τὸ λεχθὲν ἔργον ἐκτελεῖν. ὄμνυμ ἔγωγε, Ζῆν ἔχων ἐπώμοτον. εἰ δ ἐκτὸς ἔλθοις, πημονὰς εὔχου λαβεῖν. οὐ μὴ λάβω: δράσω γάρ: εὔχομαι δ ὅμως: οἶσθ οὖν τὸν Οἴτης Ζηνὸς ὕψιστον πάγον· οἶδ, ὡς θυτήρ γε πολλὰ δὴ σταθεὶς ἄνω. ἐνταῦθά νυν χρὴ τοὐμὸν ἐξάραντά σε σῶμ αὐτόχειρα καὶ ξὺν οἷς χρῄζεις φίλων. πολλὴν μὲν ὕλην τῆς βαθυρρίζου δρυὸς κείραντα, πολλὸν δ ἄρσεν ἐκτεμόνθ ὁμοῦ ἄγριον ἔλαιον, σῶμα τοὐμὸν ἐμβαλεῖν, καὶ πευκίνης λαβόντα λαμπάδος σέλας πρῆσαι. γόου δὲ μηδὲν εἰσίτω δάκρυ, ἀλλ ἀστένακτος κἀδάκρυτος, εἴπερ εἶ τοῦδ ἀνδρός, ἔρξον: εἰ δὲ μή, μενῶ ς ἐγὼ καὶ νέρθεν ὢν ἀραῖος εἰσαεὶ βαρύς. οἴμοι, πάτερ, τί δ εἶπας·

οἱά῀ μ εἴργασαι. ὁποῖα δραστέ ἐστίν: εἰ δὲ μή, πατρὸς ἄλλου γενοῦ του μηδ ἐμὸς κληθῇς ἔτι. οἴμοι μάλ αὖθις, οἱά῀ μ ἐκκαλεῖ, πάτερ, φονέα γενέσθαι καὶ παλαμναῖον σέθεν. οὐ δῆτ ἔγωγ, ἀλλ ὧν ἔχω παιώνιον καὶ μοῦνον ἰατῆρα τῶν ἐμῶν κακῶν. καὶ πῶς ὑπαίθων σῶμ ἂν ἰῴμην τὸ σόν· ἀλλ εἰ φοβεῖ πρὸς τοῦτο, τἄλλα γ ἔργασαι. φορᾶς γέ τοι φθόνησις οὐ γενήσεται. ἦ καὶ πυρᾶς πλήρωμα τῆς εἰρημένης· ὅσον γ ἂν αὐτὸς μὴ ποτιψαύων χεροῖν: τὰ δ ἄλλα πράξω κοὐ καμεῖ τοὐμὸν μέρος. ἀλλ ἀρκέσει καὶ ταῦτα: πρόσνειμαι δέ μοι χάριν βραχεῖαν πρὸς μακροῖς ἄλλοις διδούς. εἰ καὶ μακρὰ κάρτ ἐστίν, ἐργασθήσεται. τὴν Εὐρυτείαν οἶσθα δῆτα παρθένον· Ιὄλην ἔλεξας, ὥς γ ἐπεικάζειν ἐμέ. ἔγνως.

τοσοῦτον δή ς ἐπισκήπτω, τέκνον: ταύτην ἐμοῦ θανόντος, εἴπερ εὐσεβεῖν βούλει, πατρῴων ὁρκίων μεμνημένος, προσθοῦ δάμαρτα, μηδ ἀπιστήσῃς πατρί: μηδ ἄλλος ἀνδρῶν τοῖς ἐμοῖς πλευροῖς ὁμοῦ κλιθεῖσαν αὐτὴν ἀντὶ σοῦ λάβῃ ποτέ, ἀλλ αὐτός, ὦ παῖ, τοῦτο κήδευσον λέχος. πείθου: τὸ γάρ τοι μεγάλα πιστεύσαντ ἐμοὶ σμικροῖς ἀπιστεῖν τὴν πάρος συγχεῖ χάριν. οἴμοι:

τὸ μὲν νοσοῦντι θυμοῦσθαι κακόν, τὸ δ ὧδ ὁρᾶν φρονοῦντα τίς ποτ ἂν φέροι· ὡς ἐργασείων οὐδὲν ὧν λέγω θροεῖς. τίς γάρ ποθ, ἥ μοι μητρὶ μὲν θανεῖν μόνη μεταίτιος σοί τ αὖθις ὡς ἔχεις ἔχειν, τίς ταῦτ ἄν, ὅστις μὴ ξ ἀλαστόρων νοσοῖ, ἕλοιτο· κρεῖσσον κἀμέ γ, ὦ πάτερ, θανεῖν ἢ τοῖσιν ἐχθίστοισι συνναίειν ὁμοῦ. ἁνὴρ ὅδ, ὡς ἐοίκεν, οὐ νεμεῖν ἐμοὶ φθίνοντι μοῖραν: ἀλλά τοι θεῶν ἀρὰ μενεῖ ς ἀπιστήσαντα τοῖς ἐμοῖς λόγοις. ὤμοι, τάχ, ὡς ἐοίκας, ὡς νοσεῖς φράσεις. σὺ γάρ μ ἀπ εὐνασθέντος ἐκκινεῖς κακοῦ. δείλαιος, ὡς ἐς πολλὰ τἀπορεῖν ἔχω. οὐ γὰρ δικαιοῖς τοῦ φυτεύσαντος κλύειν. ἀλλ ἐκδιδαχθῶ δῆτα δυσσεβεῖν, πάτερ· οὐ δυσσέβεια, τοὐμὸν εἰ τέρψεις κέαρ. πράσσειν ἄνωγας οὖν με πανδίκως τάδε· ἔγωγε: τούτων μάρτυρας καλῶ θεούς. τοιγὰρ ποήσω κοὐκ ἀπώσομαι, τὸ σὸν θεοῖσι δεικνὺς ἔργον: οὐ γὰρ ἄν ποτε κακὸς φανείην σοί γε πιστεύσας, πάτερ. καλῶς τελευτᾷς, κἀπὶ τοῖσδε τὴν χάριν ταχεῖαν, ὦ παῖ, πρόσθες, ὡς πρὶν ἐμπεσεῖν σπαραγμὸν ἤ τιν οἶστρον, ἐς πυράν με θῇς. ἄγ ἐγκονεῖτ, αἴρεσθε: παῦλά τοι κακῶν αὕτη, τελευτὴ τοῦδε τἀνδρὸς ὑστάτη. ἀλλ οὐδὲν εἴργει σοὶ τελειοῦσθαι τάδε, ἐπεὶ κελεύεις κἀξαναγκάζεις, πάτερ. ἄγε νυν, πρὶν τήνδ ἀνακινῆσαι νόσον, ὦ ψυχὴ σκληρά, χάλυβος λιθοκόλλητον στόμιον παρέχους, ἀνάπαυε βοήν, ὡς ἐπίχαρτον τελέους ἀεκούσιον ἔργον.

αἴρετ, ὀπαδοί, μεγάλην μὲν ἐμοὶ τούτων θέμενοι συγγνωμοσύνην, μεγάλην δὲ θεῶν ἀγνωμοσύνην εἰδότες ἔργων τῶν πρασσομένων, οἳ φύσαντες καὶ κλῃζόμενοι πατέρες τοιαῦτ ἐφορῶσι πάθη. τὰ μὲν οὖν μέλλοντ οὐδεὶς ἐφορᾷ, τὰ δὲ νῦν ἑστῶτ οἰκτρὰ μὲν ἡμῖν, αἰσχρὰ δ ἐκείνοις, χαλεπώτατα δ οὖν ἀνδρῶν πάντων τῷ τήνδ ἄτην ὑπέχοντι. λείπου μηδὲ σύ, παρθέν, ἀπ οἴκων, μεγάλους μὲν ἰδοῦσα νέους θανάτους, πολλὰ δὲ πήματα καὶ καινοπαθῆ, κοὐδὲν τούτων ὅ τι μὴ Ζεύς.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION