- 텍스트

Sophocles, Trachiniae, episode

(소포클레스, 트라키니아이, episode)

γυναῖκες, ὡς δέδοικα μὴ περαιτέρω πεπραγμέν ᾖ μοι πάνθ ὅς ἀρτίως ἔδρων.? τί δ ἔστι, Δῃάνειρα, τέκνον Οἰνέως· οὐκ οἶδ: ἀθυμῶ δ, εἰ φανήσομαι τάχα κακὸν μέγ ἐκπράξας ἀπ ἐλπίδος καλῆς. οὐ δή τι τῶν σῶν Ἡρακλεῖ δωρημάτων· μάλιστά γ, ὥστε μήποτ ἂν προθυμίαν ἄδηλον ἔργου τῳ παραινέσαι λαβεῖν. δίδαξον, εἰ διδακτόν, ἐξ ὅτου φοβεῖ. τοιοῦτον ἐκβέβηκεν οἱο῀ν, ἢν φράσω, γυναῖκες, ὑμᾶς θαῦμ ἀνέλπιστον μαθεῖν.

ᾧ γὰρ τὸν ἐνδυτῆρα πέπλον ἀρτίως ἔχριον, ἀργὴς οἰὸς εὐέρου πόκος, τοῦτ ἠφάνισται διάβορον πρὸς οὐδενὸς τῶν ἔνδον, ἀλλ ἐδεστὸν ἐξ αὑτοῦ φθίνει, καὶ ψῇ κατ ἄκρας σπιλάδος: ὡς δ εἰδῇς ἅπαν, ᾗ τοῦτ ἐπράχθη, μείζον ἐκτενῶ λόγον. ἐγὼ γὰρ ὧν ὁ θήρ με Κένταυρος, πονῶν πλευρὰν πικρᾷ γλωχῖνι, προυδιδάξατο παρῆκα θεσμῶν οὐδέν, ἀλλ ἐσῳζόμην χαλκῆς ὅπως δύσνιπτον ἐκ δέλτου γραφήν. καί μοι τάδ ἦν πρόρρητα καὶ τοιαῦτ ἔδρων: τὸ φάρμακον τοῦτ ἄπυρον ἀκτῖνός τ ἀεὶ θερμῆς ἄθικτον ἐν μυχοῖς σῴζειν ἐμέ, ἑώς νιν ἀρτίχριστον ἁρμόσαιμί που. κἄδρων τοιαῦτα. νῦν δ, ὅτ ἦν ἐργαστέον, ἔχρισα μὲν κατ οἶκον ἐν δόμοις κρυφῇ μαλλῷ, σπάσασα κτησίου βοτοῦ λάχνην, κἄθηκα συμπτύξας ἀλαμπὲς ἡλίου κοίλῳ ζυγάστρῳ δῶρον, ὥσπερ εἴδετε. εἴσω δ ἀποστείχουσα δέρκομαι φάτιν ἄφραστον, ἀξύμβλητον ἀνθρώπῳ μαθεῖν. τὸ γὰρ κάταγμα τυγχάνω ῥίψασά πως τῆς οἰός, ᾧ προύχριον, ἐς μέσην φλόγα, ἀκτῖν ἐς ἡλιῶτιν: ὡς δ ἐθάλπετο, ῥεῖ πᾶν ἄδηλον καὶ κατέψηκται χθονί, μορφῇ μάλιστ εἰκαστὸν ὥστε πρίονος ἐκβρώματ ἂν βλέψειας ἐν τομῇ ξύλου. τοιόνδε κεῖται προπετές: ἐκ δὲ γῆς, ὅθεν προύκειτ, ἀναζέουσι θρομβώδεις ἀφροί, γλαυκῆς ὀπώρας ὥστε πίονος ποτοῦ χυθέντος εἰς γῆν Βακχίας ἀπ ἀμπέλου. ὥστ οὐκ ἔχω τάλαινα ποῖ γνώμης πέσω:

ὁρῶ δέ μ ἔργον δεινὸν ἐξειργασμένην. πόθεν γὰρ ἄν ποτ, ἀντὶ τοῦ θνῄσκων ὁ θὴρ ἐμοὶ παρέσχ εὔνοιαν, ἧς ἔθνῃσχ ὕπερ· οὐκ ἔστιν, ἀλλὰ τὸν βαλόντ ἀποφθίσαι χρῄζων ἔθελγέ μ: ὧν ἐγὼ μεθύστερον, ὅτ οὐκέτ ἀρκεῖ, τὴν μάθησιν ἄρνυμαι. μόνη γὰρ αὐτόν, εἴ τι μὴ ψευσθήσομαι γνώμης, ἐγὼ δύστηνος ἐξαποφθερῶ: τὸν γὰρ βαλόντ ἄτρακτον οἶδα καὶ θεὸν Χείρωνα πημήναντα, χὦνπερ ἂν θίγῃ, φθείρει τὰ πάντα κνώδαλ: ἐκ δὲ τοῦδ ὅδε σφαγῶν διελθὼν ἰὸς αἵματος μέλας πῶς οὐκ ὀλεῖ καὶ τόνδε· δόξῃ γοῦν ἐμῇ. καίτοι δέδοκται, κεῖνος εἰ σφαλήσεται, ταύτῃ σὺν ὁρμῇ κἀμὲ συνθανεῖν ἅμα: ζῆν γὰρ κακῶς κλύουσαν οὐκ ἀνασχετόν, ἥτις προτιμᾷ μὴ κακὴ πεφυκέναι. ταρβεῖν μὲν ἔργα δείν ἀναγκαίως ἔχει, τὴν δ ἐλπίδ οὐ χρὴ τῆς τύχης κρίνειν πάρος.

οὐκ ἔστιν ἐν τοῖς μὴ καλοῖς βουλεύμασιν οὐδ ἐλπίς, ἥτις καὶ θράσος τι προξενεῖ. ἀλλ ἀμφὶ τοῖς σφαλεῖσι μὴ ξ ἑκουσίας ὀργὴ πέπειρα, τῆς σε τυγχάνειν πρέπει. τοιαῦτα δ ἂν λέξειεν οὐχ ὁ τοῦ κακοῦ κοινωνός, ἀλλ ᾧ μηδέν ἐστ οἴκοι βαρύ. σιγᾶν ἂν ἁρμόζοι σε τὸν πλείω λόγον, εἰ μή τι λέξεις παιδὶ τῷ σαυτῆς: ἐπεὶ πάρεστι, μαστὴρ πατρὸς ὃς πρὶν ᾤχετο. ὦ μῆτερ, ὡς ἂν ἐκ τριῶν ς ἓν εἱλόμην, ἢ μηκέτ εἶναι ζῶσαν, ἢ σεσωσμένην ἄλλου κεκλῆσθαι μητέρ, ἢ λῴους φρένας τῶν νῦν παρουσῶν τῶνδ ἀμείψασθαί ποθεν. τί δ ἐστίν, ὦ παῖ, πρός γ ἐμοῦ στυγούμενον· τὸν ἄνδρα τὸν σὸν ἴσθι, τὸν δ ἐμὸν λέγω πατέρα, κατακτείνασα τῇδ ἐν ἡμέρᾳ. οἴμοι, τιν ἐξήνεγκας, ὦ τέκνον, λόγον· ὃν οὐχ οἱό῀ν τε μὴ οὐ τελεσθῆναι: τὸ γὰρ φανθὲν τίς ἂν δύναιτ ἂν ἀγένητον ποεῖν· πῶς εἶπας, ὦ παῖ· τοῦ παρ ἀνθρώπων μαθὼν ἄζηλον οὕτως ἔργον εἰργάσθαι με φής· αὐτὸς βαρεῖαν ξυμφορὰν ἐν ὄμμασιν πατρὸς δεδορκὼς κοὐ κατὰ γλῶσσαν κλύων. ποῦ δ ἐμπελάζεις τἀνδρὶ καὶ παρίστασαι· εἰ χρὴ μαθεῖν σε, πάντα δὴ φωνεῖν χρεών.

ὅθ εἱρ῀πε κλεινὴν Εὐρύτου πέρσας πόλιν, νίκης ἄγων τροπαῖα κἀκροθίνια, ἀκτή τις ἀμφίκλυστος Εὐβοίας ἄκρον Κήναιόν ἐστιν, ἔνθα πατρῴῳ Διὶ βωμοὺς ὁρίζει τεμενίαν τε φυλλάδα: οὗ νιν τὰ πρῶτ ἐσεῖδον ἄσμενος πόθῳ. μέλλοντι δ αὐτῷ πολυθύτους τεύχειν σφαγὰς κῆρυξ ἀπ οἴκων ἵκετ οἰκεῖος Λίχας, τὸ σὸν φέρων δώρημα, θανάσιμον πέπλον: ὃν κεῖνος ἐνδύς, ὡς σὺ προυξεφίεσο, ταυροκτονεῖ μὲν δώδεκ ἐντελεῖς ἔχων λείας ἀπαρχὴν βοῦς: ἀτὰρ τὰ πάνθ ὁμοῦ ἑκατὸν προσῆγε συμμιγῆ βοσκήματα. καὶ πρῶτα μὲν δείλαιος ἵλεῳ φρενί, κόσμῳ τε χαίρων καὶ στολῇ, κατηύχετο: ὅπως δὲ σεμνῶν ὀργίων ἐδαίετο φλὸξ αἱματηρὰ κἀπὸ πιείρας δρυός, ἱδρὼς ἀνῄει χρωτί, καὶ προσπτύσσεται πλευραῖσιν ἀρτίκολλος, ὥστε τέκτονος, χιτὼν ἅπαν κατ ἄρθρον: ἦλθε δ ὀστέων ἀδαγμὸς ἀντίσπαστος: εἶτα φοινίας ἐχθρᾶς ἐχίδνης ἰὸς ὣς ἐδαίνυτο. ἐνταῦθα δὴ βόησε τὸν δυσδαίμονα Λίχαν, τὸν οὐδὲν αἴτιον τοῦ σοῦ κακοῦ, ποίαις ἐνέγκοι τόνδε μηχαναῖς πέπλον: ὁ δ οὐδὲν εἰδὼς δύσμορος τὸ σὸν μόνης δώρημ ἔλεξεν, ὥσπερ ἦν ἐσταλμένον. κἀκεῖνος ὡς ἤκουσε καὶ διώδυνος σπαραγμὸς αὐτοῦ πλευμόνων ἀνθήψατο, μάρψας ποδός νιν, ἄρθρον ᾗ λυγίζεται, ῥιπτεῖ πρὸς ἀμφίκλυστον ἐκ πόντου πέτραν: κόμης δὲ λευκὸν μυελὸν ἐκραίνει, μέσου κρατὸς διασπαρέντος αἵματός θ ὁμοῦ. ἅπας δ ἀνηυφήμησεν οἰμωγῇ λεώς, τοῦ μὲν νοσοῦντος, τοῦ δὲ διαπεπραγμένου:

κοὐδεὶς ἐτόλμα τἀνδρὸς ἀντίον μολεῖν. ἐσπᾶτο γὰρ πέδονδε καὶ μετάρσιος, βοῶν, ἰύζων: ἀμφὶ δ ἐκτύπουν πέτραι, Λοκρῶν τ ὄρειοι πρῶνες Εὐβοίας τ ἄκραι. ἐπεὶ δ ἀπεῖπε, πολλὰ μὲν τάλας χθονὶ ῥίπτων ἑαυτόν, πολλὰ δ οἰμωγῇ βοῶν, τὸ δυσπάρευνον λέκτρον ἐνδατούμενος σοῦ τῆς ταλαίνης, καὶ τὸν Οἰνέως γάμον οἱο῀ν κατακτήσαιτο λυμαντὴν βίου, τότ ἐκ προσέδρου λιγνύος διάστροφον ὀφθαλμὸν ἄρας εἶδέ μ ἐν πολλῷ στρατῷ δακρυρροοῦντα, καί με προσβλέψας καλεῖ: ὦ παῖ, πρόσελθε, μὴ φύγῃς τοὐμὸν κακόν, μηδ εἴ σε χρὴ θανόντι συνθανεῖν ἐμοί: ἀλλ ἆρον ἔξω, καὶ μάλιστα μέν με θὲς ἐνταῦθ ὅπου με μή τις ὄψεται βροτῶν: εἰ δ οἶκτον ἴσχεις, ἀλλά μ ἔκ γε τῆσδε γῆς πόρθμευσον ὡς τάχιστα, μηδ αὐτοῦ θάνω. τοσαῦτ ἐπισκήψαντος, ἐν μέσῳ σκάφει θέντες σφε πρὸς γῆν τήνδ ἐκέλσαμεν μόλις βρυχώμενον σπασμοῖσι: καί νιν αὐτίκα ἢ ζῶντ ἐσόψεσθ ἢ τεθνηκότ ἀρτίως. τοιαῦτα, μῆτερ, πατρὶ βουλεύσας ἐμῷ καὶ δρῶς ἐλήφθης, ὧν σε ποίνιμος Δίκη τίσαιτ Ἐρινύς τ. εἰ θέμις δ, ἐπεύχομαι: θέμις δ, ἐπεί μοι τὴν θέμιν σὺ προύβαλες, πάντων ἄριστον ἄνδρα τῶν ἐπὶ χθονὶ κτείνας, ὁποῖον ἄλλον οὐκ ὄψει ποτέ. τί σῖγ ἀφέρπεις·

οὐ κάτοισθ ὁθούνεκα ξυνηγορεῖς σιγῶσα τῷ κατηγόρῳ· ἐᾶτ ἀφέρπειν: οὖρος ὀφθαλμῶν ἐμῶν αὐτῇ γένοιτ ἄπωθεν ἑρπούσῃ καλός. ὄγκον γὰρ ἄλλως ὀνόματος τί δεῖ τρέφειν μητρῷον, ἥτις μηδὲν ὡς τεκοῦσα δρᾷ· ἀλλ ἑρπέτω χαίρουσα: τὴν δὲ τέρψιν ἣν τὠμῷ δίδωσι πατρί, τήνδ αὐτὴ λάβοι.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION