호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἀνολολυξάτω δόμοις ἐφεστίοις ἀλαλαγαῖς ἁ μελλόνυμφος, ἐν δὲ κοινὸς ἀρσένων ἴτω κλαγγὰ τὸν εὐφαρέτραν Ἀπόλλω προστάταν:? ὁμοῦ δὲ παιᾶνα παιᾶν ἀνάγετ, ὦ παρθένοι, βοᾶτε τὰν ὁμόσπορον Ἄρτεμιν Ὀρτυγίαν ἐλαφαβόλον ἀμφίπυρον, γείτονάς τε Νύμφας. ἀείρομαι οὐδ ἀπώσομαι τὸν αὐλόν, ὦ τύραννε τᾶς ἐμᾶς φρενός. ἰδού μ ἀναταράσσει, εὐοῖ μ, ὁ κισσὸς ἄρτι βακχίαν ὑποστρέφων ἅμιλλαν. ἰὼ ἰὼ Παιάν. ἴδ, ὦ φίλα γύναι, τάδ ἀντίπρῳρα δή σοι βλέπειν πάρεστ ἐναργῆ. ὁρῶ, φίλαι γυναῖκες, οὐδέ μ ὄμματος φρουρὰν παρῆλθε, τόνδε μὴ λεύσσειν στόλον:
χαίρειν δὲ τὸν κήρυκα προυννέπω, χρόνῳ πολλῷ φανέντα, χαρτὸν εἴ τι καὶ φέρεις. ἀλλ εὖ μὲν ἵγμεθ, εὖ δὲ προσφωνούμεθα, γύναι, κατ ἔργου κτῆσιν: ἄνδρα γὰρ καλῶς πράσσοντ ἀνάγκη χρηστὰ κερδαίνειν ἔπη. ὦ φίλτατ ἀνδρῶν, πρῶθ ἃ πρῶτα βούλομαι δίδαξον, εἰ ζῶνθ Ἡρακλῆ προσδέξομαι. ἔγωγέ τοι σφ ἔλειπον ἰσχύοντά τε καὶ ζῶντα καὶ θάλλοντα κοὐ νόσῳ βαρύν. ποῦ γῆς· πατρῴας εἴτε βαρβάρου· λέγε. ἀκτή τις ἔστ Εὐβοιίς, ἔνθ ὁρίζεται βωμοὺς τέλη τ ἔγκαρπα Κηναίῳ Διί. εὐκταῖα φαίνων ἢ ἀπὸ μαντείας τινός· εὐχαῖς ὅθ ᾕρει τῶνδ ἀνάστατον δορὶ χώραν γυναικῶν ὧν ὁρᾷς ἐν ὄμμασιν. αὗται δέ, πρὸς θεῶν, τοῦ ποτ εἰσὶ καὶ τίνες· οἰκτραὶ γάρ, εἰ μὴ ξυμφοραὶ κλέπτουσί με. ταύτας ἐκεῖνος Εὐρύτου πέρσας πόλιν ἐξείλεθ αὑτῷ κτῆμα καὶ θεοῖς κριτόν. ἦ κἀπὶ ταύτῃ τῇ πόλει τὸν ἄσκοπον χρόνον βεβὼς ἦν ἡμερῶν ἀνήριθμον· οὔκ, ἀλλὰ τὸν μὲν πλεῖστον ἐν Λυδοῖς χρόνον κατείχεθ, ὥς φης αὐτός, οὐκ ἐλεύθερος, ἀλλ ἐμποληθείς:
ἔργου δ ἕκατι τοῦδε μηνίσας ἄναξ ὁ τῶν ἁπάντων Ζεὺς πατὴρ Ὀλύμπιος πρατόν νιν ἐξέπεμψεν οὐδ ἠνέσχετο, ὁθούνεκ αὐτὸν μοῦνον ἀνθρώπων δόλῳ ἔκτεινεν: τοῦ λόγου δ οὐ χρὴ φθόνον, γύναι, προσεῖναι, Ζεὺς ὅτου πράκτωρ φανῇ. κεῖνος δὲ πραθεὶς Ὀμφάλῃ τῇ βαρβάρῳ ἐνιαυτὸν ἐξέπλησεν, ὡς αὐτὸς λέγει. χοὔτως ἐδήχθη τοῦτο τοὔνειδος λαβὼν ὥσθ ὁρ´κον αὑτῷ προσβαλὼν διώμοσεν, ἦ μὴν τὸν ἀγχιστῆρα τοῦδε τοῦ πάθους ξὺν παιδὶ καὶ γυναικὶ δουλώσειν ἔτι. κοὐχ ἡλίωσε τοὔπος, ἀλλ ὅθ ἁγνὸς ἦν, στρατὸν λαβὼν ἐπακτὸν ἔρχεται πόλιν τὴν Εὐρυτείαν. τόνδε γὰρ μεταίτιον μόνον βροτῶν ἔφασκε τοῦδ εἶναι πάθους: ὃς αὐτὸν ἐλθόντ ἐς δόμους ἐφέστιον, ξένον παλαιὸν ὄντα, πολλὰ μὲν λόγοις ἐπερρόθησε, πολλὰ δ ἀτηρᾷ φρενί, λέγων χεροῖν μὲν ὡς ἄφυκτ ἔχων βέλη τῶν ὧν τέκνων λείποιτο πρὸς τόξου κρίσιν, φωνεῖ δὲ δοῦλος ἀνδρὸς ὡς ἐλευθέρου ῥαίοιτο: δείπνοις δ ἡνίκ ἦν ᾠνωμένος, ἔρριψεν ἐκτὸς αὐτόν. ὧν ἔχων χόλον, ὡς ἵκετ αὖθις Ἴφιτος Τιρυνθίαν πρὸς κλιτύν, ἵππους νομάδας ἐξιχνοσκοπῶν, τότ ἄλλος αὐτὸν ὄμμα, θατέρᾳ δὲ νοῦν ἔχοντ, ἀπ ἄκρας ἧκε πυργώδους πλακός. εἰ γὰρ ἐμφανῶς ἠμύνατο, Ζεύς τἂν συνέγνω ξὺν δίκῃ χειρουμένῳ:
ὕβριν γὰρ οὐ στέργουσιν οὐδὲ δαίμονες. κεῖνοι δ ὑπερχλίοντες ἐκ γλώσσης κακῆς αὐτοὶ μὲν Αἵδου πάντες εἴς οἰκήτορες, πόλις δὲ δούλη: τάσδε δ ἅσπερ εἰσορᾷς ἐξ ὀλβίων ἄζηλον εὑροῦσαι βίον χωροῦσι πρὸς σέ: ταῦτα γὰρ πόσις τε σὸς ἐφεῖτ, ἐγὼ δὲ πιστὸς ὢν κείνῳ τελῶ. αὐτὸν δ ἐκεῖνον, εὖτ ἂν ἁγνὰ θύματα ῥέξῃ πατρῴῳ Ζηνὶ τῆς ἁλώσεως, φρόνει νιν ὡς ἥξοντα: τοῦτο γὰρ λόγου πολλοῦ καλῶς λεχθέντος ἥδιστον κλύειν. ἄνασσα, νῦν σοι τέρψις ἐμφανὴς κυρεῖ, τῶν μὲν παρόντων, τὰ δὲ πεπυσμένῃ λόγῳ.
πῶς δ οὐκ ἐγὼ χαίροιμ ἄν, ἀνδρὸς εὐτυχῆ κλύουσα πρᾶξιν τήνδε, πανδίκῳ φρενί· πολλή στ ἀνάγκη τῇδε τοῦτο συντρέχειν. ὅμως δ ἔνεστι τοῖσιν εὖ σκοπουμένοις ταρβεῖν τὸν εὖ πράσσοντα, μὴ σφαλῇ ποτε. ἐμοὶ γὰρ οἶκτος δεινὸς εἰσέβη, φίλαι, ταύτας ὁρώσῃ δυσπότμους ἐπὶ ξένης χώρας ἀοίκους ἀπάτοράς τ ἀλωμένας, αἳ πρὶν μὲν ἦσαν ἐξ ἐλευθέρων ἴσως ἀνδρῶν, τανῦν δὲ δοῦλον ἴσχουσιν βίον. ὦ Ζεῦ τροπαῖε, μή ποτ εἰσίδοιμί σε πρὸς τοὐμὸν οὕτω σπέρμα χωρήσαντά ποι, μηδ, εἴ τι δράσεις, τῆσδέ γε ζώσης ἔτι. οὕτως ἐγὼ δέδοικα τάσδ ὁρωμένη. ὦ δυστάλαινα, τίς ποτ εἶ νεανίδων· ἄνανδρος ἢ τεκνοῦσσα· πρὸς μὲν γὰρ φύσιν πάντων ἄπειρος τῶνδε, γενναία δέ τις. Λίχα, τίνος ποτ ἐστὶν ἡ ξένη βροτῶν· τίς ἡ τεκοῦσα, τίς δ ὁ φιτύσας πατήρ· ἔξειπ: ἐπεί νιν τῶνδε πλεῖστον ᾤκτισα βλέπους, ὅσῳπερ καὶ φρονεῖν οἶδεν μόνη. τί δ οἶδ ἐγώ, τί δ ἄν με καὶ κρίνοις·
ἴσως γέννημα τῶν ἐκεῖθεν οὐκ ἐν ὑστάτοις. μὴ τῶν τυράννων· Εὐρύτου σπορά τις ἦν· οὐκ οἶδα: καὶ γὰρ οὐδ ἀνιστόρουν μακράν. οὐδ ὄνομα πρός του τῶν ξυνεμπόρων ἔχεις· ἥκιστα: σιγῇ τοὐμὸν ἔργον ἤνυτον. εἴπ, ὦ τάλαιν, ἀλλ ἡμὶν ἐκ σαυτῆς, ἐπεὶ καὶ ξυμφορά τοι μὴ εἰδέναι σέ γ ἥτις εἶ. οὔ τἄρα τῷ γε πρόσθεν οὐδὲν ἐξ ἴσου χρόνῳ διήσει γλῶσσαν, ἥτις οὐδαμὰ προύφηνεν οὔτε μείζον οὔτ ἐλάσσονα, ἀλλ αἰὲν ὠδίνουσα συμφορᾶς βάρος δακρυρροεῖ δύστηνος, ἐξ ὅτου πάτραν διήνεμον λέλοιπεν: ἡ δέ τοι τύχη κακὴ μὲν αὐτῇ γ, ἀλλὰ συγγνώμην ἔχει. ἡ δ οὖν ἐάσθω, καὶ πορευέσθω στέγας οὕτως ὅπως ἥδιστα, μηδὲ πρὸς κακοῖς τοῖς οὖσιν ἄλλην πρός γ ἐμοῦ λύπην λάβῃ: ἅλις γὰρ ἡ παροῦσα. πρὸς δὲ δώματα χωρῶμεν ἤδη πάντες, ὡς σύ θ οἷ θέλεις σπεύδῃς, ἐγώ τε τἄνδον ἐξαρκῆ τιθῶ. αὐτοῦ γε πρῶτον βαιὸν ἀμμείνας, ὅπως μάθῃς ἄνευ τῶνδ, οὕστινάς τ ἄγεις ἔσω, ὧν τ οὐδὲν εἰσήκουσας ἐκμάθῃς ἃ δεῖ:
τούτων ἔχω γὰρ πάντ ἐπιστήμην ἐγώ. τί δ ἐστί· τοῦ με τήνδ ἐφίστασαι βάσιν· σταθεῖς ἄκουσον: καὶ γὰρ οὐδὲ τὸν πάρος μῦθον μάτην ἤκουσας, οὐδὲ νῦν δοκῶ. πότερον ἐκείνους δῆτα δεῦρ αὖθις πάλιν καλῶμεν, ἢ μοὶ ταῖσδέ τ ἐξειπεῖν θέλεις· σοὶ ταῖσδέ τ οὐδὲν εἴργεται, τούτους δ ἐά. καὶ δὴ βεβᾶσι, χὠ λόγος σημαινέτω. ἁνὴρ ὅδ οὐδὲν ὧν ἔλεξεν ἀρτίως φωνεῖ δίκης ἐς ὀρθόν, ἀλλ ἢ νῦν κακὸς ἢ πρόσθεν οὐ δίκαιος ἄγγελος παρῆν. τί φής· σαφῶς μοι φράζε πᾶν ὅσον νοεῖς. ἃ μὲν γὰρ ἐξείρηκας ἀγνοία μ ἔχει. τούτου λέγοντος τἀνδρὸς εἰσήκους ἐγώ, πολλῶν παρόντων μαρτύρων, ὡς τῆς κόρης ταύτης ἕκατι κεῖνος Εὔρυτόν θ ἕλοι τήν θ ὑψίπυργον Οἰχαλίαν, Ἔρως δέ νιν μόνος θεῶν θέλξειεν αἰχμάσαι τάδε, οὐ τἀπὶ Λυδοῖς οὐδ ὑπ Ὀμφάλῃ πόνων λατρεύματ οὐδ ὁ ῥιπτὸς Ἰφίτου μόρος:
ὃν νῦν παρώσας οὗτος ἔμπαλιν λέγει. ἀλλ ἡνίκ οὐκ ἔπειθε τὸν φυτοσπόρον τὴν παῖδα δοῦναι, κρύφιον ὡς ἔχοι λέχος, ἔγκλημα μικρὸν αἰτίαν θ ἑτοιμάσας ἐπιστρατεύει πατρίδα τὴν ταύτης, ἐν ᾗ τὸν Εὔρυτον τόνδ εἶπε δεσπόζειν θρόνων, κτείνει τ ἄνακτα πατέρα τῆσδε καὶ πόλιν ἔπερσε. καὶ νῦν, ὡς ὁρᾷς, ἥκει δόμους ὡς τούσδε πέμπων οὐκ ἀφροντίστως, γύναι, οὐδ ὥστε δούλην: μηδὲ προσδόκα τόδε: οὐδ εἰκός, εἴπερ ἐντεθέρμανται πόθῳ. ἔδοξεν οὖν μοι πρὸς σὲ δηλῶσαι τὸ πᾶν, δέσποιν, ὃ τοῦδε τυγχάνω μαθὼν πάρα. καὶ ταῦτα πολλοὶ πρὸς μέσῃ Τραχινίων ἀγορᾷ συνεξήκουον ὡσαύτως ἐμοί, ὥστ ἐξελέγχειν: εἰ δὲ μὴ λέγω φίλα, οὐχ ἥδομαι, τὸ δ ὀρθὸν ἐξείρηχ ὅμως. οἴμοι τάλαινα, ποῦ ποτ εἰμὶ πράγματος·
τίν εἰσδέδεγμαι πημονὴν ὑπόστεγον λαθραῖον· ὦ δύστηνος: ἆρ ἀνώνυμος πέφυκεν, ὥσπερ οὑπάγων διώμνυτο· ἦ κάρτα λαμπρὰ καὶ κατ ὄνομα καὶ φύσιν, πατρὸς μὲν οὖσα γένεσιν Εὐρύτου ποτὲ Ιὄλη καλεῖτο, τῆς ἐκεῖνος οὐδαμὰ βλάστας ἐφώνει, δῆθεν οὐδὲν ἱστορῶν. ὄλοιντο - μή τι πάντες οἱ κακοί, τὰ δὲ λαθραῖ ὃς ἀσκεῖ μὴ πρέποντ αὐτῷ κακά. τί χρὴ ποεῖν, γυναῖκες· ὡς ἐγὼ λόγοις τοῖς νῦν παροῦσιν ἐκπεπληγμένη κυρῶ. πεύθου μολοῦσα τἀνδρός, ὡς τάχ ἂν σαφῆ λέξειεν, εἴ νιν πρὸς βίαν κρίνειν θέλοις. ἀλλ εἶμι: καὶ γὰρ οὐκ ἀπὸ γνώμης λέγεις. ἡμεῖς δὲ προσμένωμεν· ἢ τί χρὴ ποεῖν· μίμν, ὡς ὅδ ἀνὴρ οὐκ ἐμῶν ὑπ ἀγγέλων, ἀλλ αὐτόκλητος ἐκ δόμων πορεύεται. τί χρή, γύναι, μολόντα μ Ἡρακλεῖ λέγειν·
δίδαξον, ὡς ἑρ´ποντος, ὡς ὁρᾷς, ἐμοῦ. ὡς ἐκ ταχείας σὺν χρόνῳ βραδεῖ μολὼν ᾄσσεις, πρὶν ἡμᾶς κἀννεώσασθαι λόγους. ἀλλ εἴ τι χρῄζεις ἱστορεῖν, πάρειμ ἐγώ. ἦ καὶ τὸ πιστὸν τῆς ἀληθείας νέμεις· ἴστω μέγας Ζεύς, ὧν γ ἂν ἐξειδὼς κυρῶ. τίς ἡ γυνὴ δῆτ ἐστὶν ἣν ἥκεις ἄγων· Εὐβοιίς: ὧν δ ἔβλαστεν οὐκ ἔχω λέγειν. οὗτος, βλέφ ὧδε: πρὸς τίν ἐννέπειν δοκεῖς· σὺ δ εἰς τί δή με τοῦτ ἐρωτήσας ἔχεις· τόλμησον εἰπεῖν, εἰ φρονεῖς, ὅ ς ἱστορῶ. πρὸς τὴν κρατοῦσαν Δῃάνειραν, Οἰνέως κόρην δάμαρτά θ Ἡρακλέους, εἰ μὴ κυρῶ λεύσσων μάταια, δεσπότιν τε τὴν ἐμήν. τοῦτ αὔτ ἔχρῃζον, τοῦτό σου μαθεῖν: λέγεις δέσποιναν εἶναι τήνδε σήν· δίκαια γάρ. τί δῆτα· ποίαν ἀξιοῖς δοῦναι δίκην, ἢν εὑρεθῇς ἐς τήνδε μὴ δίκαιος ὤν· πῶς μὴ δίκαιος· τί ποτε ποικίλας ἔχεις· οὐδέν: σὺ μέντοι κάρτα τοῦτο δρῶν κυρεῖς. ἄπειμι: μῶρος δ ἦ πάλαι κλύων σέθεν. οὔ, πρίν γ ἂν εἴπῃς ἱστορούμενος βραχύ. λέγ, εἴ τι χρῄζεις: καὶ γὰρ οὐ σιγηλὸς εἶ. τὴν αἰχμάλωτον, ἣν ἔπεμψας ἐς δόμους, κάτοισθα δήπου· φημί: πρὸς τί δ ἱστορεῖς· οὔκουν σὺ ταύτην, ἣν ὑπ ἀγνοίας ὁρᾷς, Ιὄλην ἔφασκες Εὐρύτου σπορὰν ἄγειν· ποίοις ἐν ἀνθρώποισι· τίς πόθεν μολὼν σοὶ μαρτυρήσει ταῦτ ἐμοῦ κλύειν πάρα· πολλοῖσιν ἀστῶν: ἐν μέσῃ Τραχινίων ἀγορᾷ πολύς σου ταῦτά γ εἰσήκους ὄχλος. κλύειν γ ἔφασκον: ταὐτὸ δ οὐχὶ γίγνεται δόκησιν εἰπεῖν κἀξακριβῶσαι λόγον. ποίαν δόκησιν· οὐκ ἐπώμοτος λέγων δάμαρτ ἔφασκες Ἡρακλεῖ ταύτην ἄγειν· ἐγὼ δάμαρτα· πρὸς θεῶν, φράσον, φίλη δέσποινα, τόνδε τίς ποτ ἐστὶν ὁ ξένος. ὃς σοῦ παρὼν ἤκουσεν, ὡς ταύτης πόθῳ πόλις δαμείη πᾶσα, κοὐχ ἡ Λυδία πέρσειεν αὐτήν, ἀλλ ὁ τῆσδ ἔρως φανείς. ἅνθρωπος, ὦ δέσποιν, ἀποστήτω: τὸ γὰρ νοσοῦντι ληρεῖν ἀνδρὸς οὐχὶ σώφρονος. μή, πρός σε τοῦ κατ ἄκρον Οἰταῖον νάπος Διὸς καταστράπτοντος, ἐκκλέψῃς λόγον.
οὐ γὰρ γυναικὶ τοὺς λόγους ἐρεῖς κακῇ οὐδ ἥτις οὐ κάτοιδε τἀνθρώπων, ὅτι χαίρειν πέφυκεν οὐχὶ τοῖς αὐτοῖς ἀεί. Ἔρωτι μέν νυν ὅστις ἀντανίσταται πύκτης ὅπως ἐς χεῖρας, οὐ καλῶς φρονεῖ: οὗτος γὰρ ἄρχει καὶ θεῶν ὅπως θέλει, κἀμοῦ γε: πῶς δ οὐ χἀτέρας οἱάς γ ἐμοῦ· ὥστ εἴ τι τὠμῷ τ ἀνδρὶ τῇδε τῇ νόσῳ ληφθέντι μεμπτός εἰμι, κάρτα μαίνομαι, ἢ τῇδε τῇ γυναικὶ τῇ μεταιτίᾳ τοῦ μηδὲν αἰσχροῦ μηδ ἐμοὶ κακοῦ τινος. οὐκ ἔστι ταῦτ: ἀλλ εἰ μὲν ἐκ κείνου μαθὼν ψεύδει, μάθησιν οὐ καλὴν ἐκμανθάνεις. εἰ δ αὐτὸς αὑτὸν ὧδε παιδεύεις, ὅταν θέλῃς γενέσθαι χρηστός, ὀφθήσει κακός. ἀλλ εἰπὲ πᾶν τἀληθές: ὡς ἐλευθέρῳ ψευδεῖ καλεῖσθαι κὴρ πρόσεστιν οὐ καλή. ὅπως δὲ λήσεις, οὐδὲ τοῦτο γίγνεται: πολλοὶ γὰρ οἷς εἴρηκας, οἳ φράσους ἐμοί. κεἰ μὲν δέδοικας, οὐ καλῶς ταρβεῖς, ἐπεὶ τὸ μὴ πυθέσθαι, τοῦτό μ ἀλγύνειεν ἄν: τὸ δ εἰδέναι τί δεινόν· οὐχὶ χἀτέρας πλείστας ἀνὴρ εἷς Ἡρακλῆς ἔγημε δή· κοὔπω τις αὐτῶν ἔκ γ ἐμοῦ λόγον κακὸν ἠνέγκατ οὐδ ὄνειδος: ἥδε τ οὐδ ἂν εἰ κάρτ ἐντακείη τῷ φιλεῖν, ἐπεί σφ ἐγὼ ᾤκτιρα δὴ μάλιστα προσβλέψας, ὅτι τὸ κάλλος αὐτῆς τὸν βίον διώλεσεν, καὶ γῆν πατρῴαν οὐχ ἑκοῦσα δύσμορος ἔπερσε κἀδούλωσεν. ἀλλὰ ταῦτα μὲν ῥείτω κατ οὖρον: σοὶ δ ἐγὼ φράζω κακὸν πρὸς ἄλλον εἶναι, πρὸς δ ἔμ ἀψευδεῖν ἀεί. πείθου λεγούσῃ χρηστά, κοὐ μέμψει χρόνῳ γυναικὶ τῇδε κἀπ ἐμοῦ κτήσει χάριν.
κενὸν γὰρ οὐ δίκαιά σε χωρεῖν προσελθόνθ ὧδε σὺν πολλῷ στόλῳ. ἀλλ, ὦ φίλη δέσποιν, ἐπεί σε μανθάνω θνητὴν φρονοῦσαν θνητὰ κοὐκ ἀγνώμονα, πᾶν σοι φράσω τἀληθὲς οὐδὲ κρύψομαι. ἔστιν γὰρ οὕτως ὥσπερ οὗτος ἐννέπει. ταύτης ὁ δεινὸς ἵμερός ποθ Ἡρακλῆ διῆλθε, καὶ τῆσδ εἵνεχ ἡ πολύφθορος καθῃρέθη πατρῷος Οἰχαλία δόρει. καὶ ταῦτα, δεῖ γὰρ καὶ τὸ πρὸς κείνου λέγειν, οὔτ εἶπε κρύπτειν οὔτ ἀπηρνήθη ποτέ, ἀλλ αὐτός, ὦ δέσποινα, δειμαίνων τὸ σὸν μὴ στέρνον ἀλγύνοιμι τοῖσδε τοῖς λόγοις, ἥμαρτον, εἴ τι τήνδ ἁμαρτίαν νέμεις. ἐπεί γε μὲν δὴ πάντ ἐπίστασαι λόγον, κείνου τε καὶ σὴν ἐξ ἴσου κοινὴν χάριν καὶ στέργε τὴν γυναῖκα καὶ βούλου λόγους, οὓς εἶπας ἐς τήνδ, ἐμπέδως εἰρηκέναι: ὡς τἄλλ ἐκεῖνος πάντ ἀριστεύων χεροῖν τοῦ τῆσδ ἔρωτος εἰς ἅπανθ ἥσσων ἔφυ. ἀλλ ὧδε καὶ φρονοῦμεν ὥστε ταῦτα δρᾶν, κοὔτοι νόσον γ ἐπακτὸν ἐξαρούμεθα, θεοῖσι δυσμαχοῦντες. ἀλλ εἴσω στέγης χωρῶμεν, ὡς λόγων τ ἐπιστολὰς φέρῃς, ἅ τ ἀντὶ δώρων δῶρα χρὴ προσαρμόσαι, καὶ ταῦτ ἄγῃς:?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기