- 텍스트

Sophocles, Trachiniae, episode

(소포클레스, 트라키니아이, episode)

λόγος μέν ἐστ ἀρχαῖος ἀνθρώπων φανείς, ὡς οὐκ ἂν αἰῶν ἐκμάθοις βροτῶν, πρὶν ἂν θάνῃ τις, οὔτ εἰ χρηστὸς οὔτ εἴ τῳ κακός:? ἐγὼ δὲ τὸν ἐμόν, καὶ πρὶν εἰς Αἵδου μολεῖν, ἔξοιδ ἔχουσα δυστυχῆ τε καὶ βαρύν, ἥτις πατρὸς μὲν ἐν δόμοισιν Οἰνέως ναίους ἔτ ἐν Πλευρῶνι νυμφείων ὄκνον ἄλγιστον ἔσχον, εἴ τις Αἰτωλὶς γυνή. μνηστὴρ γὰρ ἦν μοι ποταμός, Ἀχελῷον λέγω, ὅς μ ἐν τρισὶν μορφαῖσιν ἐξῄτει πατρός, φοιτῶν ἐναργὴς ταῦρος, ἄλλοτ αἰόλος δράκων ἑλικτός, ἄλλοτ ἀνδρείῳ κύτει βούπρῳρος: ἐκ δὲ δασκίου γενειάδος κρουνοὶ διερραίνοντο κρηναίου ποτοῦ. τοιόνδ ἐγὼ μνηστῆρα προσδεδεγμένη δύστηνος αἰεὶ κατθανεῖν ἐπηυχόμην, πρὶν τῆσδε κοίτης ἐμπελασθῆναί ποτε. χρόνῳ δ ἐν ὑστέρῳ μέν, ἀσμένῃ δέ μοι, ὁ κλεινὸς ἦλθε Ζηνὸς Ἀλκμήνης τε παῖς: ὃς εἰς ἀγῶνα τῷδε συμπεσὼν μάχης ἐκλύεταί με: καὶ τρόπον μὲν ἂν πόνων οὐκ ἂν διείποιμ: οὐ γὰρ οἶδ: ἀλλ ὅστις ἦν θακῶν ἀταρβὴς τῆς θέας, ὅδ ἂν λέγοι: ἐγὼ γὰρ ἥμην ἐκπεπληγμένη φόβῳ μή μοι τὸ κάλλος ἄλγος ἐξεύροι ποτέ. τέλος δ ἔθηκε Ζεὺς ἀγώνιος καλῶς, εἰ δὴ καλῶς. λέχος γὰρ Ἡρακλεῖ κριτὸν ξυστᾶς ἀεί τιν ἐκ φόβου φόβον τρέφω, κείνου προκηραίνουσα: νὺξ γὰρ εἰσάγει καὶ νὺξ ἀπωθεῖ διαδεδεγμένη πόνον. κἀφύσαμεν δὴ παῖδας, οὓς κεῖνός ποτε, γῄτης ὅπως ἄρουραν ἔκτοπον λαβών, σπείρων μόνον προσεῖδε κἀξαμῶν ἅπαξ. τοιοῦτος αἰὼν εἰς δόμους τε κἀκ δόμων αἰεὶ τὸν ἄνδρ ἔπεμπε λατρεύοντά τῳ. νῦν δ ἡνίκ ἄθλων τῶνδ ὑπερτελὴς ἔφυ, ἐνταῦθα δὴ μάλιστα ταρβήσας ἔχω. ἐξ οὗ γὰρ ἔκτα κεῖνος Ἰφίτου βίαν, ἡμεῖς μὲν ἐν Τραχῖνι τῇδ ἀνάστατοι ξένῳ παρ ἀνδρὶ ναίομεν, κεῖνος δ ὅπου βέβηκεν οὐδεὶς οἶδε: πλὴν ἐμοὶ πικρὰς ὠδῖνας αὐτοῦ προσβαλὼν ἀποίχεται. σχεδὸν δ ἐπίσταμαί τι πῆμ ἔχοντά νιν: χρόνον γὰρ οὐχὶ βαιόν, ἀλλ ἤδη δέκα μῆνας πρὸς ἄλλοις πέντ ἀκήρυκτος μένει. κἀστίν τι δεινὸν πῆμα: τοιαύτην ἐμοὶ δέλτον λιπὼν ἔστειχε, τὴν ἐγὼ θαμὰ θεοῖς ἀρῶμαι πημονῆς ἄτερ λαβεῖν. δέσποινα Δῃάνειρα, πολλὰ μέν ς ἐγὼ κατεῖδον ἤδη πανδάκρυτ ὀδύρματα τὴν Ἡράκλειον ἔξοδον γοωμένην:

νῦν δ, εἰ δίκαιον τοὺς ἐλευθέρους φρενοῦν γνώμαισι δούλαις, κἀμὲ χρὴ φράσαι τὸ σόν: πῶς παισὶ μὲν τοσοῖσδε πληθύεις, ἀτὰρ ἀνδρὸς κατὰ ζήτησιν οὐ πέμπεις τινά, μάλιστα δ ὅνπερ εἰκὸς Ὕλλον, εἰ πατρὸς νέμοι τιν ὤραν τοῦ καλῶς πράσσειν δοκεῖν· ἐγγὺς δ ὅδ αὐτὸς ἀρτίπους θρῴσκει δόμους, ὥστ εἴ τί σοι πρὸς καιρὸν ἐννέπειν δοκῶ, πάρεστι χρῆσθαι τἀνδρὶ τοῖς τ ἐμοῖς λόγοις. ὦ τέκνον, ὦ παῖ, κἀξ ἀγεννήτων ἄρα μῦθοι καλῶς πίπτουσιν:

ἥδε γὰρ γυνὴ δούλη μέν, εἴρηκεν δ ἐλεύθερον λόγον. ποῖον· δίδαξον, μῆτερ, εἰ διδακτά μοι. σὲ πατρὸς οὕτω δαρὸν ἐξενωμένου τὸ μὴ πυθέσθαι ποῦ στιν, αἰσχύνην φέρειν. ἀλλ οἶδα, μύθοις εἴ τι πιστεύειν χρεών. καὶ ποῦ κλύεις νιν, τέκνον, ἱδρῦσθαι χθονός· τὸν μὲν παρελθόντ ἄροτον ἐν μήκει χρόνου Λυδῇ γυναικί φασί νιν λάτριν πονεῖν. πᾶν τοίνυν, εἰ καὶ τοῦτ ἔτλη, κλύοι τις ἄν. ἀλλ ἐξαφεῖται τοῦδέ γ, ὡς ἐγὼ κλύω. ποῦ δῆτα νῦν ζῶν ἢ θανὼν ἀγγέλλεται· Εὐβοΐδα χώραν φασίν, Εὐρύτου πόλιν, ἐπιστρατεύειν αὐτὸν ἢ μέλλειν ἔτι. ἆρ οἶσθα δῆτ, ὦ τέκνον, ὡς ἔλειπέ μοι μαντεῖα πιστὰ τῆσδε τῆς χώρας πέρι· τὰ ποῖα, μῆτερ· τὸν λόγον γὰρ ἀγνοῶ. ὡς ἢ τελευτὴν τοῦ βίου μέλλει τελεῖν ἢ τοῦτον ἄρας ἆθλον εἰς τό γ ὕστερον τὸν λοιπὸν ἤδη βίοτον εὐαίων ἔχειν.

ἐν οὖν ῥοπῇ, τοιᾷδε κειμένῳ, τέκνον, οὐκ εἶ ξυνέρξων, ἡνίκ ἢ σεσώσμεθα ἢ πίπτομεν σοῦ πατρὸς ἐξολωλότος κείνου βίον σώσαντος, ἢ οἰχόμεσθ ἅμα· ἀλλ εἶμι, μῆτερ: εἰ δὲ θεσφάτων ἐγὼ βάξιν κατῄδη τῶνδε, κἂν πάλαι παρῆ: νῦν δ ὁ ξυνήθης πότμος οὐκ εἰά πατρὸς ἡμᾶς προταρβεῖν οὐδὲ δειμαίνειν ἄγαν. νῦν δ ὡς ξυνίημ, οὐδὲν ἐλλείψω τὸ μὴ οὐ πᾶσαν πυθέσθαι τῶνδ ἀλήθειαν πέρι. χώρει νυν, ὦ παῖ: καὶ γὰρ ὑστέρῳ τό γ εὖ πράσσειν, ἐπεὶ πύθοιτο, κέρδος ἐμπολᾷ.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION