호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τί δ ἂν φοβοῖτ ἄνθρωπος ᾧ τὰ τῆς τύχης κρατεῖ, πρόνοια δ ἐστὶν οὐδενὸς σαφής·? εἰκῆ κράτιστον ζῆν, ὅπως δύναιτό τις. σὺ δ εἰς τὰ μητρὸς μὴ φοβοῦ νυμφεύματα: πολλοὶ γὰρ ἤδη κἀν ὀνείρασιν βροτῶν μητρὶ ξυνηυνάσθησαν. ἀλλὰ ταῦθ ὅτῳ παρ οὐδέν ἐστι, ῥᾷστα τὸν βίον φέρει. καλῶς ἅπαντα ταῦτ ἂν ἐξείρητό σοι, εἰ μὴ κύρει ζῶς ἡ τεκοῦσα: νῦν δ ἐπεὶ ζῇ, πᾶς ἀνάγκη, κεἰ καλῶς λέγεις, ὀκνεῖν. καὶ μὴν μέγας γ ὀφθαλμὸς οἱ πατρὸς τάφοι. μέγας, ξυνίημ: ἀλλὰ τῆς ζώσης φόβος. ποίας δὲ καὶ γυναικὸς ἐκφοβεῖσθ ὕπερ· Μερόπης, γεραιέ, Πόλυβος ἧς ᾤκει μέτα. τί δ ἔστ ἐκείνης ὑμὶν ἐς φόβον φέρον· θεήλατον μάντευμα δεινόν, ὦ ξένε. ἦ ῥητόν· ἢ οὐχὶ θεμιτὸν ἄλλον εἰδέναι· μάλιστά γ: εἶπε γάρ με Λοξίας ποτὲ χρῆναι μιγῆναι μητρὶ τἠμαυτοῦ τό τε πατρῷον αἷμα χερσὶ ταῖς ἐμαῖς ἑλεῖν. ὧν οὕνεχ ἡ Κόρινθος ἐξ ἐμοῦ πάλαι μακρὰν ἀπῳκεῖτ: εὐτυχῶς μέν, ἀλλ ὅμως τὰ τῶν τεκόντων ὄμμαθ ἥδιστον βλέπειν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기