- 텍스트

Sophocles, Oedipus Tyrannus, episode 1:

(소포클레스, 오이디푸스 튀란노스, episode 1:)

ὦ φίλτατον γυναικὸς Ιὀκάστης κάρα, τί μ ἐξεπέμψω δεῦρο τῶνδε δωμάτων·? ἄκουε τἀνδρὸς τοῦδε, καὶ σκόπει κλύων τὰ σέμν ἵν ἥκει τοῦ θεοῦ μαντεύματα. οὗτος δὲ τίς ποτ ἐστὶ καὶ τί μοι λέγει· ἐκ τῆς Κορίνθου, πατέρα τὸν σὸν ἀγγελῶν ὡς οὐκέτ ὄντα Πόλυβον, ἀλλ ὀλωλότα. τί φῄς, ξέν· αὐτός μοι σὺ σημάντωρ γενοῦ. εἰ τοῦτο πρῶτον δεῖ μ ἀπαγγεῖλαι σαφῶς, εὖ ἴσθ ἐκεῖνον θανάσιμον βεβηκότα. πότερα δόλοισιν ἢ νόσου ξυναλλαγῇ· σμικρὰ παλαιὰ σώματ εὐνάζει ῥοπή. νόσοις ὁ τλήμων, ὡς ἐοίκεν, ἔφθιτο. καὶ τῷ μακρῷ γε συμμετρούμενος χρόνῳ. φεῦ φεῦ, τί δῆτ ἄν, ὦ γύναι, σκοποῖτό τι τὴν Πυθόμαντιν ἑστίαν ἢ τοὺς ἄνω κλάζοντας ὄρνεις, ὧν ὑφηγητῶν ἐγὼ κτενεῖν ἔμελλον πατέρα τὸν ἐμόν· ὁ δὲ θανὼν κεύθει κάτω δὴ γῆς. ἐγὼ δ ὅδ ἐνθάδε ἄψαυστος ἔγχους: εἴ τι μὴ τὠμῷ πόθῳ κατέφθιθ: οὕτω δ ἂν θανὼν εἰή ξ ἐμοῦ. τὰ δ οὖν παρόντα συλλαβὼν θεσπίσματα κεῖται παρ Αἵδῃ Πόλυβος ἄξι οὐδενός. οὔκουν ἐγώ σοι ταῦτα προύλεγον πάλαι· ηὔδας: ἐγὼ δὲ τῷ φόβῳ παρηγόμην. μὴ νῦν ἔτ αὐτῶν μηδὲν ἐς θυμὸν βάλῃς. καὶ πῶς τὸ μητρὸς οὐκ ὀκνεῖν λέχος με δεῖ·?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION