- 텍스트

Sophocles, Oedipus Tyrannus, episode

(소포클레스, 오이디푸스 튀란노스, episode)

χώρας ἄνακτες, δόξα μοι παρεστάθη ναοὺς ἱκέσθαι δαιμόνων, τάδ ἐν χεροῖν στέφη λαβούσῃ κἀπιθυμιάματα.? ὑψοῦ γὰρ αἴρει θυμὸν Οἰδίπους ἄγαν λύπαισι παντοίαισιν: οὐδ ὁποῖ ἀνὴρ ἔννους τὰ καινὰ τοῖς πάλαι τεκμαίρεται, ἀλλ ἐστὶ τοῦ λέγοντος, εἰ φόβους λέγοι. ὅτ οὖν παραινοῦς οὐδὲν ἐς πλέον ποιῶ, πρὸς ς, ὦ Λύκει Ἄπολλον, ἄγχιστος γὰρ εἶ, ἱκέτις ἀφῖγμαι τοῖσδε σὺν κατεύγμασιν, ὅπως λύσιν τιν ἡμὶν εὐαγῆ πόρῃς: ὡς νῦν ὀκνοῦμεν πάντες ἐκπεπληγμένον κεῖνον βλέποντες ὡς κυβερνήτην νεώς. ἆρ ἂν παρ ὑμῶν, ὦ ξένοι, μάθοιμ ὅπου τὰ τοῦ τυράννου δώματ ἐστὶν Οἰδίπου· μάλιστα δ αὐτὸν εἴπατ, εἰ κάτισθ ὅπου. στέγαι μὲν αἵδε, καὐτὸς ἔνδον, ὦ ξένε: γυνὴ δὲ μήτηρ ἥδε τῶν κείνου τέκνων. ἀλλ ὀλβία τε καὶ ξὺν ὀλβίοις ἀεὶ γένοιτ, ἐκείνου γ οὖσα παντελὴς δάμαρ. αὔτως δὲ καὶ σύ γ, ὦ ξέν: ἄξιος γὰρ εἶ τῆς εὐεπείας εἵνεκ: ἀλλὰ φράζ ὅτου χρῄζων ἀφῖξαι χὤ τι σημῆναι θέλων. ἀγαθὰ δόμοις τε καὶ πόσει τῷ σῷ, γύναι. τὰ ποῖα ταῦτα· παρὰ τίνος δ ἀφιγμένος· ἐκ τῆς Κορίνθου: τὸ δ ἔπος οὑξερῶ τάχα, ἥδοιο μέν, πῶς δ οὐκ ἄν, ἀσχάλλοις δ ἴσως. τί δ ἔστι· ποίαν δύναμιν ὧδ ἔχει διπλῆν· τύραννον αὐτὸν οὑπιχώριοι χθονὸς τῆς Ἰσθμίας στήσουσιν, ὡς ηὐδᾶτ ἐκεῖ. τί δ· οὐχ ὁ πρέσβυς Πόλυβος ἐγκρατὴς ἔτι· οὐ δῆτ, ἐπεί νιν θάνατος ἐν τάφοις ἔχει. πῶς εἶπας· ἦ τέθνηκε Πόλυβος, ὦ γέρον· εἰ μὴ λέγω τἀληθές, ἀξιῶ θανεῖν. ὦ πρόσπολ, οὐχὶ δεσπότῃ τάδ ὡς τάχος μολοῦσα λέξεις· ὦ θεῶν μαντεύματα, ἵν ἐστέ: τοῦτον Οἰδίπους πάλαι τρέμων τὸν ἄνδρ ἔφευγε μὴ κτάνοι, καὶ νῦν ὅδε πρὸς τῆς τύχης ὄλωλεν οὐδὲ τοῦδ ὕπο. ὦ φίλτατον γυναικὸς Ιὀκάστης κάρα, τί μ ἐξεπέμψω δεῦρο τῶνδε δωμάτων· ἄκουε τἀνδρὸς τοῦδε, καὶ σκόπει κλύων τὰ σέμν ἵν ἥκει τοῦ θεοῦ μαντεύματα. οὗτος δὲ τίς ποτ ἐστὶ καὶ τί μοι λέγει· ἐκ τῆς Κορίνθου, πατέρα τὸν σὸν ἀγγελῶν ὡς οὐκέτ ὄντα Πόλυβον, ἀλλ ὀλωλότα. τί φῄς, ξέν· αὐτός μοι σὺ σημάντωρ γενοῦ. εἰ τοῦτο πρῶτον δεῖ μ ἀπαγγεῖλαι σαφῶς, εὖ ἴσθ ἐκεῖνον θανάσιμον βεβηκότα. πότερα δόλοισιν ἢ νόσου ξυναλλαγῇ· σμικρὰ παλαιὰ σώματ εὐνάζει ῥοπή. νόσοις ὁ τλήμων, ὡς ἐοίκεν, ἔφθιτο. καὶ τῷ μακρῷ γε συμμετρούμενος χρόνῳ. φεῦ φεῦ, τί δῆτ ἄν, ὦ γύναι, σκοποῖτό τι τὴν Πυθόμαντιν ἑστίαν ἢ τοὺς ἄνω κλάζοντας ὄρνεις, ὧν ὑφηγητῶν ἐγὼ κτενεῖν ἔμελλον πατέρα τὸν ἐμόν· ὁ δὲ θανὼν κεύθει κάτω δὴ γῆς. ἐγὼ δ ὅδ ἐνθάδε ἄψαυστος ἔγχους: εἴ τι μὴ τὠμῷ πόθῳ κατέφθιθ: οὕτω δ ἂν θανὼν εἰή ξ ἐμοῦ. τὰ δ οὖν παρόντα συλλαβὼν θεσπίσματα κεῖται παρ Αἵδῃ Πόλυβος ἄξι οὐδενός. οὔκουν ἐγώ σοι ταῦτα προύλεγον πάλαι· ηὔδας: ἐγὼ δὲ τῷ φόβῳ παρηγόμην. μὴ νῦν ἔτ αὐτῶν μηδὲν ἐς θυμὸν βάλῃς. καὶ πῶς τὸ μητρὸς οὐκ ὀκνεῖν λέχος με δεῖ· τί δ ἂν φοβοῖτ ἄνθρωπος ᾧ τὰ τῆς τύχης κρατεῖ, πρόνοια δ ἐστὶν οὐδενὸς σαφής·

εἰκῆ κράτιστον ζῆν, ὅπως δύναιτό τις. σὺ δ εἰς τὰ μητρὸς μὴ φοβοῦ νυμφεύματα: πολλοὶ γὰρ ἤδη κἀν ὀνείρασιν βροτῶν μητρὶ ξυνηυνάσθησαν. ἀλλὰ ταῦθ ὅτῳ παρ οὐδέν ἐστι, ῥᾷστα τὸν βίον φέρει. καλῶς ἅπαντα ταῦτ ἂν ἐξείρητό σοι, εἰ μὴ κύρει ζῶς ἡ τεκοῦσα: νῦν δ ἐπεὶ ζῇ, πᾶς ἀνάγκη, κεἰ καλῶς λέγεις, ὀκνεῖν. καὶ μὴν μέγας γ ὀφθαλμὸς οἱ πατρὸς τάφοι. μέγας, ξυνίημ: ἀλλὰ τῆς ζώσης φόβος. ποίας δὲ καὶ γυναικὸς ἐκφοβεῖσθ ὕπερ· Μερόπης, γεραιέ, Πόλυβος ἧς ᾤκει μέτα. τί δ ἔστ ἐκείνης ὑμὶν ἐς φόβον φέρον· θεήλατον μάντευμα δεινόν, ὦ ξένε. ἦ ῥητόν· ἢ οὐχὶ θεμιτὸν ἄλλον εἰδέναι· μάλιστά γ: εἶπε γάρ με Λοξίας ποτὲ χρῆναι μιγῆναι μητρὶ τἠμαυτοῦ τό τε πατρῷον αἷμα χερσὶ ταῖς ἐμαῖς ἑλεῖν. ὧν οὕνεχ ἡ Κόρινθος ἐξ ἐμοῦ πάλαι μακρὰν ἀπῳκεῖτ: εὐτυχῶς μέν, ἀλλ ὅμως τὰ τῶν τεκόντων ὄμμαθ ἥδιστον βλέπειν. ἦ γὰρ τάδ ὀκνῶν κεῖθεν ἦσθ ἀπόπτολις·

πατρός τε χρῄζων μὴ φονεὺς εἶναι, γέρον. τί δῆτ ἐγὼ οὐχὶ τοῦδε τοῦ φόβου ς, ἄναξ, ἐπείπερ εὔνους ἦλθον, ἐξελυσάμην· καὶ μὴν χάριν γ ἂν ἀξίαν λάβοις ἐμοῦ. καὶ μὴν μάλιστα τοῦτ ἀφικόμην, ὅπως σοῦ πρὸς δόμους ἐλθόντος εὖ πράξαιμί τι. ἀλλ οὔποτ εἶμι τοῖς φυτεύσασίν γ ὅμοῦ. ὦ παῖ, καλῶς εἶ δῆλος οὐκ εἰδὼς τί δρᾷς. πῶς, ὦ γεραιέ· πρὸς θεῶν δίδασκέ με. εἰ τῶνδε φεύγεις οὕνεκ εἰς οἴκους μολεῖν. ταρβῶν γε μή μοι Φοῖβος ἐξέλθῃ σαφής. ἦ μὴ μίασμα τῶν φυτευσάντων λάβῃς· τοῦτ αὐτό, πρέσβυ, τοῦτό μ εἰσαεὶ φοβεῖ. ἆρ οἶσθα δῆτα πρὸς δίκης οὐδὲν τρέμων· πῶς δ οὐχί, παῖς γ εἰ τῶνδε γεννητῶν ἔφυν· ὁθούνεκ ἦν σοι Πόλυβος οὐδὲν ἐν γένει. πῶς εἶπας· οὐ γὰρ Πόλυβος ἐξέφυσέ με· οὐ μᾶλλον οὐδὲν τοῦδε τἀνδρός, ἀλλ ἴσον. καὶ πῶς ὁ φύσας ἐξ ἴσου τῷ μηδενί· ἀλλ οὔ ς ἐγείνατ οὔτ ἐκεῖνος οὔτ ἐγώ. ἀλλ ἀντὶ τοῦ δὴ παῖδά μ ὠνομάζετο· δῶρόν ποτ, ἴσθι, τῶν ἐμῶν χειρῶν λαβών. κᾆθ ὧδ ἀπ ἄλλης χειρὸς ἔστερξεν μέγα· ἡ γὰρ πρὶν αὐτὸν ἐξέπεις ἀπαιδία. σὺ δ ἐμπολήσας ἢ τυχών μ αὐτῷ δίδως· εὑρὼν ναπαίαις ἐν Κιθαιρῶνος πτυχαῖς.

ὡδοιπόρεις δὲ πρὸς τί τούσδε τοὺς τόπους· ἐνταῦθ ὀρείοις ποιμνίοις ἐπεστάτουν. ποιμὴν γὰρ ἦσθα κἀπὶ θητείᾳ πλάνης· σοῦ τ, ὦ τέκνον, σωτήρ γε τῷ τότ ἐν χρόνῳ. τί δ ἄλγος ἴσχοντ ἀγκάλαις με λαμβάνεις· ποδῶν ἂν ἄρθρα μαρτυρήσειεν τὰ σά: οἴμοι, τί τοῦτ ἀρχαῖον ἐννέπεις κακόν· λύω ς ἔχοντα διατόρους ποδοῖν ἀκμάς. δεινόν γ ὄνειδος σπαργάνων ἀνειλόμην. ὥστ ὠνομάσθης ἐκ τύχης ταύτης ὃς εἶ. ὦ πρὸς θεῶν, πρὸς μητρὸς ἢ πατρός· φράσον. οὐκ οἶδ: ὁ δοὺς δὲ ταῦτ ἐμοῦ λῷον φρονεῖ. ἦ γὰρ παρ ἄλλου μ ἔλαβες οὐδ αὐτὸς τυχών· οὔκ, ἀλλὰ ποιμὴν ἄλλος ἐκδίδωσί μοι. τίς οὗτος· ἦ κάτοισθα δηλῶσαι λόγῳ· τῶν Λαΐου δήπου τις ὠνομάζετο. ἦ τοῦ τυράννου τῆσδε γῆς πάλαι ποτέ· μάλιστα: τούτου τἀνδρὸς οὗτος ἦν βοτήρ. ἦ κἄστ ἔτι ζῶν οὗτος, ὥστ ἰδεῖν ἐμέ· ὑμεῖς γ ἄριστ εἰδεῖτ ἂν οὑπιχώριοι. ἔστιν τις ὑμῶν τῶν παρεστώτων πέλας, ὅστις κάτοιδε τὸν βοτῆρ ὃν ἐννέπει, εἴτ οὖν ἐπ ἀγρῶν εἴτε κἀνθάδ εἰσιδών· σημήναθ, ὡς ὁ καιρὸς ηὑρῆσθαι τάδε. οἶμαι μὲν οὐδέν ἄλλον ἢ τὸν ἐξ ἀγρῶν, ὃν κἀμάτευες πρόσθεν εἰσιδεῖν: ἀτὰρ ἥδ ἂν τάδ οὐχ ἥκιστ ἂν Ιὀκάστη λέγοι. γύναι, νοεῖς ἐκεῖνον, ὅντιν ἀρτίως μολεῖν ἐφιέμεσθα·

τόνδ οὗτος λέγει· τί δ ὅντιν εἶπε· μηδὲν ἐντραπῇς: τὰ δὲ ῥηθέντα βούλου μηδὲ μεμνῆσθαι μάτην. οὐκ ἂν γένοιτο τοῦθ ὅπως ἐγὼ λαβὼν σημεῖα τοιαῦτ οὐ φανῶ τοὐμὸν γένος. μὴ πρὸς θεῶν, εἴπερ τι τοῦ σαυτοῦ βίου κήδει, ματεύσῃς τοῦθ: ἅλις νοσοῦς ἐγώ. θάρσει: σὺ μὲν γὰρ οὐδ ἐὰν τρίτης ἐγὼ μητρὸς φανῶ τρίδουλος, ἐκφανεῖ κακή. ὅμως πιθοῦ μοι, λίσσομαι: μὴ δρᾶ τάδε. οὐκ ἂν πιθοίμην μὴ οὐ τάδ ἐκμαθεῖν σαφῶς. καὶ μὴν φρονοῦσά γ εὖ τὰ λῷστά σοι λέγω. τὰ λῷστα τοίνυν ταῦτά μ ἀλγύνει πάλαι. ὦ δύσποτμ, εἴθε μήποτε γνοίης ὃς εἶ. ἄξει τις ἐλθὼν δεῦρο τὸν βοτῆρά μοι· ταύτην δ ἐᾶτε πλουσίῳ χαίρειν γένει. ἰοὺ ἰού, δύστηνε: τοῦτο γάρ ς ἔχω μόνον προσειπεῖν, ἄλλο δ οὔποθ ὕστερον. τί ποτε βέβηκεν, Οἰδίπους, ὑπ ἀγρίας ᾄξασα λύπης ἡ γυνή· δέδοιχ ὅπως μὴ κ τῆς σιωπῆς τῆσδ ἀναρρήξει κακά. ὁποῖα χρῄζει ῥηγνύτω: τοὐμὸν δ ἐγώ, κεἰ σμικρόν ἐστι, σπέρμ ἰδεῖν βουλήσομαι. αὕτη δ ἴσως, φρονεῖ γὰρ ὡς γυνὴ μέγα, τὴν δυσγένειαν τὴν ἐμὴν αἰσχύνεται. ἐγὼ δ ἐμαυτὸν παῖδα τῆς Τύχης νέμων τῆς εὖ διδούσης οὐκ ἀτιμασθήσομαι. τῆς γὰρ πέφυκα μητρός: οἱ δὲ συγγενεῖς μῆνές με μικρὸν καὶ μέγαν διώρισαν. τοιόσδε δ ἐκφὺς οὐκ ἂν ἐξέλθοιμ ἔτι ποτ ἄλλος, ὥστε μὴ κμαθεῖν τοὐμὸν γένος.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION