호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καί σοι, γύναι, τἀληθὲς ἐξερῶ.? τριπλῆς ὅτ ἦ κελεύθου τῆσδ ὁδοιπορῶν πέλας, ἐνταῦθά μοι κῆρύξ τε κἀπὶ πωλικῆς ἀνὴρ ἀπήνης ἐμβεβώς, οἱο῀ν σὺ φῇς, ξυνηντίαζον: κἀξ ὁδοῦ μ ὅ θ ἡγεμὼν αὐτός θ ὁ πρέσβυς πρὸς βίαν ἠλαυνέτην. κἀγὼ τὸν ἐκτρέποντα, τὸν τροχηλάτην, παίω δι ὀργῆς: καί μ ὁ πρέσβυς ὡς ὁρᾷ, ὄχου παραστείχοντα τηρήσας, μέσον κάρα διπλοῖς κέντροισί μου καθίκετο. οὐ μὴν ἴσην γ ἔτισεν, ἀλλὰ συντόμως σκήπτρῳ τυπεὶς ἐκ τῆσδε χειρὸς ὕπτιος μέσης ἀπήνης εὐθὺς ἐκκυλίνδεται: κτείνω δὲ τοὺς ξύμπαντας. εἰ δὲ τῷ ξένῳ τούτῳ προσήκει Λαΐου τι συγγενές, τίς τοῦδέ γ ἀνδρός ἐστιν ἀθλιώτερος· τίς ἐχθροδαίμων μᾶλλον ἂν γένοιτ ἀνήρ· ὃν μὴ ξένων ἔξεστι μηδ ἀστῶν τινι δόμοις δέχεσθαι μηδὲ προσφωνεῖν τινα, ὠθεῖν δ ἀπ οἴκων. καὶ τάδ οὔτις ἄλλος ἦν ἢ γὼ π ἐμαυτῷ τάσδ ἀρὰς ὁ προστιθείς. λέχη δὲ τοῦ θανόντος ἐκ χεροῖν ἐμαῖν χραίνω, δι ὧνπερ ὤλετ: ἆρ ἔφυν κακός· ἆρ οὐχὶ πᾶς ἄναγνος· εἴ με χρὴ φυγεῖν, καί μοι φυγόντι μἤστι τοὺς ἐμοὺς ἰδεῖν μηδ ἐμβατεύειν πατρίδος, ἢ γάμοις με δεῖ μητρὸς ζυγῆναι καὶ πατέρα κατακτανεῖν Πόλυβον, ὃς ἐξέφυσε κἀξέθρεψέ με. ἆρ οὐκ ἀπ ὠμοῦ ταῦτα δαίμονός τις ἂν κρίνων ἐπ ἀνδρὶ τῷδ ἂν ὀρθοίη λόγον· μὴ δῆτα, μὴ δῆτ, ὦ θεῶν ἁγνὸν σέβας, ἴδοιμι ταύτην ἡμέραν, ἀλλ ἐκ βροτῶν βαίην ἄφαντος πρόσθεν ἢ τοιάνδ ἰδεῖν κηλῖδ ἐμαυτῷ συμφορᾶς ἀφιγμένην.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기