호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐρῶ:? σὲ γὰρ τῶνδ ἐς πλέον, γύναι, σέβω: Κρέοντος, οἱά῀ μοι βεβουλευκὼς ἔχει. λέγ, εἰ σαφῶς τὸ νεῖκος ἐγκαλῶν ἐρεῖς. φονέα με φησὶ Λαΐου καθεστάναι. αὐτὸς ξυνειδὼς ἢ μαθὼν ἄλλου πάρα· μάντιν μὲν οὖν κακοῦργον εἰσπέμψας, ἐπεὶ τό γ εἰς ἑαυτὸν πᾶν ἐλευθεροῖ στόμα. σύ νυν ἀφεὶς σεαυτὸν ὧν λέγεις πέρι ἐμοῦ πάκουσον, καὶ μάθ οὕνεκ ἐστί σοι βρότειον οὐδὲν μαντικῆς ἔχον τέχνης. φανῶ δέ σοι σημεῖα τῶνδε σύντομα. χρησμὸς γὰρ ἦλθε Λαΐῳ ποτ, οὐκ ἐρῶ Φοίβου γ ἄπ αὐτοῦ, τῶν δ ὑπηρετῶν ἄπο, ὡς αὐτὸν ἕξοι μοῖρα πρὸς παιδὸς θανεῖν, ὅστις γένοιτ ἐμοῦ τε κἀκείνου πάρα. καὶ τὸν μέν, ὥσπερ γ ἡ φάτις, ξένοι ποτὲ λῃσταὶ φονεύους ἐν τριπλαῖς ἁμαξιτοῖς: παιδὸς δὲ βλάστας οὐ διέσχον ἡμέραι τρεῖς, καί νιν ἄρθρα κεῖνος ἐνζεύξας ποδοῖν ἔρριψεν ἄλλων χερσὶν ἄβατον εἰς ὄρος. κἀνταῦθ Ἀπόλλων οὔτ ἐκεῖνον ἤνυσεν φονέα γενέσθαι πατρὸς οὔτε Λάϊον τὸ δεινὸν οὑφοβεῖτο πρὸς παιδὸς θανεῖν. τοιαῦτα φῆμαι μαντικαὶ διώρισαν, ὧν ἐντρέπου σὺ μηδέν: ὧν γὰρ ἂν θεὸς χρείαν ἐρευνᾷ, ῥᾳδίως αὐτὸς φανεῖ. οἱό῀ν μ ἀκούσαντ ἀρτίως ἔχει, γύναι, ψυχῆς πλάνημα κἀνακίνησις φρενῶν. ποίας μερίμνης τοῦθ ὑποστραφεὶς λέγεις· ἔδοξ ἀκοῦσαι σοῦ τόδ, ὡς ὁ Λάϊος κατασφαγείη πρὸς τριπλαῖς ἁμαξιτοῖς. ηὐδᾶτο γὰρ ταῦτ οὐδέ πω λήξαντ ἔχει. καὶ ποῦ σθ ὁ χῶρος οὗτος οὗ τόδ ἦν πάθος· Φωκὶς μὲν ἡ γῆ κλῄζεται, σχιστὴ δ ὁδὸς ἐς ταὐτὸ Δελφῶν κἀπὸ Δαυλίας ἄγει. καὶ τίς χρόνος τοῖσδ ἐστὶν οὑξεληλυθώς· σχεδόν τι πρόσθεν ἢ σὺ τῆσδ ἔχων χθονὸς ἀρχὴν ἐφαίνου, τοῦτ ἐκηρύχθη πόλει. ὦ Ζεῦ, τί μου δρᾶσαι βεβούλευσαι πέρι· τί δ ἐστί σοι τοῦτ, Οἰδίπους, ἐνθύμιον· μήπω μ ἐρώτα: τὸν δὲ Λάϊον φύσιν τίν ἦλθε φράζε, τίνα δ ἀκμὴν ἥβης ἔχων. μέγας, χνοάζων ἄρτι λευκανθὲς κάρα, μορφῆς δὲ τῆς σῆς οὐκ ἀπεστάτει πολύ. οἴμοι τάλας: ἐοίκ ἐμαυτὸν εἰς ἀρὰς δεινὰς προβάλλων ἀρτίως οὐκ εἰδέναι. πῶς φῄς· ὀκνῶ τοι πρός ς ἀποσκοποῦς, ἄναξ. δεινῶς ἀθυμῶ μὴ βλέπων ὁ μάντις ᾖ: δείξεις δὲ μᾶλλον, ἢν ἓν ἐξείπῃς ἔτι. καὶ μὴν ὀκνῶ μέν, ἃ δ ἂν ἔρῃ μαθοῦς ἐρῶ. πότερον ἐχώρει βαιὸς ἢ πολλοὺς ἔχων ἄνδρας λοχίτας, οἷ ἀνὴρ ἀρχηγέτης·
πέντ ἦσαν οἱ ξύμπαντες, ἐν δ αὐτοῖσιν ἦν . κῆρυξ: ἀπήνη δ ἦγε Λάϊον μία. αἰαῖ, τάδ ἤδη διαφανῆ. τίς ἦν ποτε ὁ τούσδε λέξας τοὺς λόγους ὑμῖν, γύναι· οἰκεύς τις, ὅσπερ ἵκετ ἐκσωθεὶς μόνος. ἦ κἀν δόμοισι τυγχάνει τανῦν παρών· οὐ δῆτ: ἀφ οὗ γὰρ κεῖθεν ἦλθε καὶ κράτη σέ τ εἶδ ἔχοντα Λάϊόν τ ὀλωλότα, ἐξικέτευσε τῆς ἐμῆς χειρὸς θιγὼν ἀγρούς σφε πέμψαι κἀπὶ ποιμνίων νομάς, ὡς πλεῖστον εἰή τοῦδ ἄποπτος ἄστεως. κἄπεμψ ἐγώ νιν: ἄξιος γὰρ οἷ ἀνὴρ δοῦλος φέρειν ἦν τῆσδε καὶ μείζω χάριν. πῶς ἂν μόλοι δῆθ ἡμὶν ἐν τάχει πάλιν· πάρεστιν: ἀλλὰ πρὸς τί τοῦτ ἐφίεσαι· δέδοικ ἐμαυτόν, ὦ γύναι, μὴ πόλλ ἄγαν εἰρημέν ᾖ μοι δι ἅ νιν εἰσιδεῖν θέλω. ἀλλ ἵξεται μέν: ἀξία δέ που μαθεῖν κἀγὼ τά γ ἐν σοὶ δυσφόρως ἔχοντ, ἄναξ. κοὐ μὴ στερηθῇς γ, ἐς τοσοῦτον ἐλπίδων ἐμοῦ βεβῶτος.
τῷ γὰρ ἂν καὶ μείζονι λέξαιμ ἂν ἢ σοί, διὰ τύχης τοιᾶσδ ἰών· ἐμοὶ πατὴρ μὲν Πόλυβος ἦν Κορίνθιος, μήτηρ δὲ Μερόπη Δωρίς. ἠγόμην δ ἀνὴρ ἀστῶν μέγιστος τῶν ἐκεῖ, πρίν μοι τύχη τοιάδ ἐπέστη, θαυμάσαι μὲν ἀξία, σπουδῆς γε μέντοι τῆς ἐμῆς οὐκ ἀξία. ἀνὴρ γὰρ ἐν δείπνοις μ ὑπερπλησθεὶς μέθῃ καλεῖ παρ οἴνῳ, πλαστὸς ὡς εἰήν πατρί. κἀγὼ βαρυνθεὶς τὴν μὲν οὖσαν ἡμέραν μόλις κατέσχον, θἀτέρᾳ δ ἰὼν πέλας μητρὸς πατρός τ ἤλεγχον: οἱ δὲ δυσφόρως τοὔνειδος ἦγον τῷ μεθέντι τὸν λόγον. κἀγὼ τὰ μὲν κείνοιν ἐτερπόμην, ὅμως δ ἔκνιζέ μ ἀεὶ τοῦθ: ὑφεῖρπε γὰρ πολύ. λάθρᾳ δὲ μητρὸς καὶ πατρὸς πορεύομαι Πυθώδε, καί μ ὁ Φοῖβος ὧν μὲν ἱκόμην ἄτιμον ἐξέπεμψεν, ἄλλα δ ἄθλια καὶ δεινὰ καὶ δύστηνα προύφηνεν λέγων, ὡς μητρὶ μὲν χρείη με μιχθῆναι, γένος δ ἄτλητον ἀνθρώποισι δηλώσοιμ ὁρᾶν, φονεὺς δ ἐσοίμην τοῦ φυτεύσαντος πατρός. κἀγὼ πακούσας ταῦτα τὴν Κορινθίαν, ἄστροις τὸ λοιπὸν ἐκμετρούμενος, χθόνα ἔφευγον, ἔνθα μήποτ ὀψοίμην κακῶν χρησμῶν ὀνείδη τῶν ἐμῶν τελούμενα. στείχων δ ἱκνοῦμαι τούσδε τοὺς χώρους, ἐν οἷς σὺ τὸν τύραννον τοῦτον ὄλλυσθαι λέγεις. καί σοι, γύναι, τἀληθὲς ἐξερῶ.
τριπλῆς ὅτ ἦ κελεύθου τῆσδ ὁδοιπορῶν πέλας, ἐνταῦθά μοι κῆρύξ τε κἀπὶ πωλικῆς ἀνὴρ ἀπήνης ἐμβεβώς, οἱο῀ν σὺ φῇς, ξυνηντίαζον: κἀξ ὁδοῦ μ ὅ θ ἡγεμὼν αὐτός θ ὁ πρέσβυς πρὸς βίαν ἠλαυνέτην. κἀγὼ τὸν ἐκτρέποντα, τὸν τροχηλάτην, παίω δι ὀργῆς: καί μ ὁ πρέσβυς ὡς ὁρᾷ, ὄχου παραστείχοντα τηρήσας, μέσον κάρα διπλοῖς κέντροισί μου καθίκετο. οὐ μὴν ἴσην γ ἔτισεν, ἀλλὰ συντόμως σκήπτρῳ τυπεὶς ἐκ τῆσδε χειρὸς ὕπτιος μέσης ἀπήνης εὐθὺς ἐκκυλίνδεται: κτείνω δὲ τοὺς ξύμπαντας. εἰ δὲ τῷ ξένῳ τούτῳ προσήκει Λαΐου τι συγγενές, τίς τοῦδέ γ ἀνδρός ἐστιν ἀθλιώτερος· τίς ἐχθροδαίμων μᾶλλον ἂν γένοιτ ἀνήρ· ὃν μὴ ξένων ἔξεστι μηδ ἀστῶν τινι δόμοις δέχεσθαι μηδὲ προσφωνεῖν τινα, ὠθεῖν δ ἀπ οἴκων. καὶ τάδ οὔτις ἄλλος ἦν ἢ γὼ π ἐμαυτῷ τάσδ ἀρὰς ὁ προστιθείς. λέχη δὲ τοῦ θανόντος ἐκ χεροῖν ἐμαῖν χραίνω, δι ὧνπερ ὤλετ: ἆρ ἔφυν κακός· ἆρ οὐχὶ πᾶς ἄναγνος· εἴ με χρὴ φυγεῖν, καί μοι φυγόντι μἤστι τοὺς ἐμοὺς ἰδεῖν μηδ ἐμβατεύειν πατρίδος, ἢ γάμοις με δεῖ μητρὸς ζυγῆναι καὶ πατέρα κατακτανεῖν Πόλυβον, ὃς ἐξέφυσε κἀξέθρεψέ με. ἆρ οὐκ ἀπ ὠμοῦ ταῦτα δαίμονός τις ἂν κρίνων ἐπ ἀνδρὶ τῷδ ἂν ὀρθοίη λόγον· μὴ δῆτα, μὴ δῆτ, ὦ θεῶν ἁγνὸν σέβας, ἴδοιμι ταύτην ἡμέραν, ἀλλ ἐκ βροτῶν βαίην ἄφαντος πρόσθεν ἢ τοιάνδ ἰδεῖν κηλῖδ ἐμαυτῷ συμφορᾶς ἀφιγμένην. ἡμῖν μέν, ὦναξ, ταῦτ ὀκνήρ:
ἑώς δ ἂν οὖν πρὸς τοῦ παρόντος ἐκμάθῃς, ἔχ ἐλπίδα. καὶ μὴν τοσοῦτόν γ ἐστί μοι τῆς ἐλπίδος, τὸν ἄνδρα τὸν βοτῆρα προσμεῖναι μόνον. πεφασμένου δὲ τίς ποθ ἡ προθυμία· ἐγὼ διδάξω ς: ἢν γὰρ εὑρεθῇ λέγων σοὶ ταὔτ, ἔγωγ ἂν ἐκπεφευγοίην πάθος. ποῖον δέ μου περισσὸν ἤκουσας λόγον· λῃστὰς ἔφασκες αὐτὸν ἄνδρας ἐννέπειν ὥς νιν κατακτείνειαν. εἰ μὲν οὖν ἔτι λέξει τὸν αὐτὸν ἀριθμόν, οὐκ ἐγὼ κτανον: οὐ γὰρ γένοιτ ἂν εἷς γε τοῖς πολλοῖς ἴσος: εἰ δ ἄνδρ ἕν οἰόζωνον αὐδήσει, σαφῶς τοῦτ ἐστὶν ἤδη τοὔργον εἰς ἐμὲ ῥέπον. ἀλλ ὡς φανέν γε τοὔπος ὧδ ἐπίστασο, κοὐκ ἔστιν αὐτῷ τοῦτό γ ἐκβαλεῖν πάλιν: πόλις γὰρ ἤκους, οὐκ ἐγὼ μόνη, τάδε. εἰ δ οὖν τι κἀκτρέποιτο τοῦ πρόσθεν λόγου, οὔτοι ποτ, ὦναξ, σόν γε Λαΐου φόνον φανεῖ δικαίως ὀρθόν, ὅν γε Λοξίας διεῖπε χρῆναι παιδὸς ἐξ ἐμοῦ θανεῖν. καίτοι νιν οὐ κεῖνός γ ὁ δύστηνός ποτε κατέκταν, ἀλλ αὐτὸς πάροιθεν ὤλετο. ὥστ οὐχὶ μαντείας γ ἂν οὔτε τῇδ ἐγὼ βλέψαιμ ἂν εἵνεκ οὔτε τῇδ ἂν ὕστερον. καλῶς νομίζεις: ἀλλ ὅμως τὸν ἐργάτην πέμψον τινὰ στελοῦντα μηδὲ τοῦτ ἀφῇς. πέμψω ταχύνας: ἀλλ ἰώμεν ἐς δόμους: οὐδὲν γὰρ ἂν πράξαιμ ἂν ὧν οὐ σοὶ φίλον.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기