호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τί τὴν ἄβουλον, ὦ ταλαίπωροι, στάσιν γλώσσης ἐπήρασθ οὐδ ἐπαισχύνεσθε γῆς οὕτω νοσούσης ἴδια κινοῦντες κακά·? οὐκ εἶ σύ τ οἴκους σύ τε, Κρέων, κατὰ στέγας, καὶ μὴ τὸ μηδὲν ἄλγος εἰς μέγ οἴσετε· ὅμαιμε, δεινά μ Οἰδίπους ὁ σὸς πόσις δρᾶσαι δικαιοῖ δυοῖν ἀποκρίνας κακοῖν ἢ γῆς ἀπῶσαι πατρίδος ἢ κτεῖναι λαβών. ξύμφημι: δρῶντα γάρ νιν, ὦ γύναι, κακῶς εἴληφα τοὐμὸν σῶμα σὺν τέχνῃ κακῇ. μή νυν ὀναίμην, ἀλλ ἀραῖος, εἴ σέ τι δέδρακ, ὀλοίμην, ὧν ἐπαιτιᾷ με δρᾶν. ὦ πρὸς θεῶν πίστευσον, Οἰδίπους, τάδε, μάλιστα μὲν τόνδ ὁρ´κον αἰδεσθεὶς θεῶν, ἔπειτα κἀμὲ τούσδε θ οἳ πάρεισί σοι.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기