- 텍스트

Sophocles, Oedipus Tyrannus, episode 2:

(소포클레스, 오이디푸스 튀란노스, episode 2:)

οὔκ, εἰ διδοίης γ ὡς ἐγὼ σαυτῷ λόγον.? σκέψαι δὲ τοῦτο πρῶτον, εἴ τιν ἂν δοκεῖς ἄρχειν ἑλέσθαι ξὺν φόβοισι μᾶλλον ἢ ἄτρεστον εὕδοντ, εἰ τά γ αὔθ ἕξει κράτη. ἐγὼ μὲν οὖν οὔτ αὐτὸς ἱμείρων ἔφυν τύραννος εἶναι μᾶλλον ἢ τύραννα δρᾶν, οὔτ ἄλλος ὅστις σωφρονεῖν ἐπίσταται. νῦν μὲν γὰρ ἐκ σοῦ πάντ ἄνευ φόβου φέρω, εἰ δ αὐτὸς ἦρχον, πολλὰ κἂν ἄκων ἔδρων. πῶς δῆτ ἐμοὶ τυραννὶς ἡδίων ἔχειν ἀρχῆς ἀλύπου καὶ δυναστείας ἔφυ· οὔπω τοσοῦτον ἠπατημένος κυρῶ ὥστ ἄλλα χρῄζειν ἢ τὰ σὺν κέρδει καλά. νῦν πᾶσι χαίρω, νῦν με πᾶς ἀσπάζεται, νῦν οἱ σέθεν χρῄζοντες ἐκκαλοῦσί με: τὸ γὰρ τυχεῖν αὐτοῖσι πᾶν ἐνταῦθ ἔνι. πῶς δῆτ ἐγὼ κεῖν ἂν λάβοιμ ἀφεὶς τάδε· οὐκ ἂν γένοιτο νοῦς κακὸς καλῶς φρονῶν. ἀλλ οὔτ ἐραστὴς τῆσδε τῆς γνώμης ἔφυν οὔτ ἂν μετ ἄλλου δρῶντος ἂν τλαίην ποτέ. καὶ τῶνδ ἔλεγχον τοῦτο μὲν Πυθώδ ἰὼν πεύθου τὰ χρησθέντ εἰ σαφῶς ἤγγειλά σοι: τοῦτ ἄλλ, ἐάν με τῷ τερασκόπῳ λάβῃς κοινῇ τι βουλεύσαντα, μή μ ἁπλῇ κτάνῃς ψήφῳ, διπλῇ δέ, τῇ τ ἐμῇ καὶ σῇ, λαβών: γνώμῃ δ ἀδήλῳ μή με χωρὶς αἰτιῶ. οὐ γὰρ δίκαιον οὔτε τοὺς κακοὺς μάτην χρηστοὺς νομίζειν οὔτε τοὺς χρηστοὺς κακούς. φίλον γὰρ ἐσθλὸν ἐκβαλεῖν ἴσον λέγω καὶ τὸν παρ αὑτῷ βίοτον, ὃν πλεῖστον, φιλεῖ. ἀλλ ἐν χρόνῳ γνώσει τάδ ἀσφαλῶς, ἐπεὶ χρόνος δίκαιον ἄνδρα δείκνυσιν μόνος: κακὸν δὲ κἂν ἐν ἡμέρᾳ γνοίης μιᾷ.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION