- 텍스트

Sophocles, Oedipus Tyrannus, episode 1:

(소포클레스, 오이디푸스 튀란노스, episode 1:)

οἶσθ ὡς πόησον·? ἀντὶ τῶν εἰρημένων ἴς ἀντάκουσον, κᾆτα κρῖν αὐτὸς μαθών. λέγειν σὺ δεινός, μανθάνειν δ ἐγὼ κακὸς σοῦ: δυσμενῆ γὰρ καὶ βαρύν ς ηὑρ´ηκ ἐμοί. τοῦτ αὐτὸ νῦν μου πρῶτ ἄκουσον ὡς ἐρῶ. τοῦτ αὐτὸ μή μοι φράζ, ὅπως οὐκ εἶ κακός. εἴ τοι νομίζεις κτῆμα τὴν αὐθαδίαν εἶναί τι τοῦ νοῦ χωρίς, οὐκ ὀρθῶς φρονεῖς. εἴ τοι νομίζεις ἄνδρα συγγενῆ κακῶς δρῶν οὐχ ὑφέξειν τὴν δίκην, οὐκ εὖ φρονεῖς. ξύμφημί σοι ταῦτ ἔνδικ εἰρῆσθαι: τὸ δὲ πάθημ ὁποῖον φὴς παθεῖν, δίδασκέ με. ἔπειθες ἢ οὐκ ἔπειθες, ὡς χρείη μ ἐπὶ τὸν σεμνόμαντιν ἄνδρα πέμψασθαί τινα· καὶ νῦν ἔθ αὑτός εἰμι τῷ βουλεύματι. πόσον τιν ἤδη δῆθ ὁ Λάϊος χρόνον δέδρακε ποῖον ἔργον· οὐ γὰρ ἐννοῶ. ἄφαντος ἔρρει θανασίμῳ χειρώματι· μακροὶ παλαιοί τ ἂν μετρηθεῖεν χρόνοι. τότ οὖν ὁ μάντις οὗτος ἦν ἐν τῇ τέχνῃ· σοφός γ ὁμοίως κἀξ ἴσου τιμώμενος. ἐμνήσατ οὖν ἐμοῦ τι τῷ τότ ἐν χρόνῳ· οὔκουν ἐμοῦ γ ἑστῶτος οὐδαμοῦ πέλας. ἀλλ οὐκ ἔρευναν τοῦ κτανόντος ἔσχετε· παρέσχομεν, πῶς δ οὐχί· κοὐκ ἠκούσαμεν. πῶς οὖν τόθ οὗτος ὁ σοφὸς οὐκ ηὔδα τάδε· οὐκ οἶδ: ἐφ οἷς γὰρ μὴ φρονῶ σιγᾶν φιλῶ. τοσόνδε γ οἶσθα καὶ λέγοις ἂν εὖ φρονῶν. ποῖον τόδ· εἰ γὰρ οἶδά γ, οὐκ ἀρνήσομαι. ὁθούνεκ, εἰ μὴ σοὶ ξυνῆλθε, τάσδ ἐμὰς οὐκ ἄν ποτ εἶπε Λαΐου διαφθοράς. εἰ μὲν λέγει τάδ, αὐτὸς οἶσθ: ἐγὼ δὲ σοῦ μαθεῖν δικαιῶ ταὔθ ἅπερ κἀμοῦ σὺ νῦν. ἐκμάνθαν: οὐ γὰρ δὴ φονεὺς ἁλώσομαι. τί δῆτ· ἀδελφὴν τὴν ἐμὴν γήμας ἔχεις· ἄρνησις οὐκ ἔνεστιν ὧν ἀνιστορεῖς. ἄρχεις δ ἐκείνῃ ταὐτὰ γῆς ἴσον νέμων· ἃν ᾖ θέλουσα πάντ ἐμοῦ κομίζεται. οὔκουν ἰσοῦμαι σφῷν ἐγὼ δυοῖν τρίτος· ἐνταῦθα γὰρ δὴ καὶ κακὸς φαίνει φίλος.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION