호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἄνδρες πολῖται, δείν ἔπη πεπυσμένος κατηγορεῖν μου τὸν τύραννον Οἰδίπουν, πάρειμ ἀτλητῶν.? εἰ γὰρ ἐν ταῖς ξυμφοραῖς ταῖς νῦν νομίζει πρός γ ἐμοῦ πεπονθέναι λόγοισιν εἴτ ἔργοισιν εἰς βλάβην φέρον, οὔτοι βίου μοι τοῦ μακραίωνος πόθος, φέροντι τήνδε βάξιν. οὐ γὰρ εἰς ἁπλοῦν ἡ ζημία μοι τοῦ λόγου τούτου φέρει, ἀλλ ἐς μέγιστον, εἰ κακὸς μὲν ἐν πόλει, κακὸς δὲ πρὸς σοῦ καὶ φίλων κεκλήσομαι. ἀλλ ἦλθε μὲν δὴ τοῦτο τοὔνειδος τάχ ἂν ὀργῇ βιασθὲν μᾶλλον ἢ γνώμῃ φρενῶν. τοὔπος δ ἐφάνθη, ταῖς ἐμαῖς γνώμαις ὅτι πεισθεὶς ὁ μάντις τοὺς λόγους ψευδεῖς λέγοι· ηὐδᾶτο μὲν τάδ, οἶδα δ οὐ γνώμῃ τίνι. ἐξ ὀμμάτων δ ὀρθῶν τε κἀξ ὀρθῆς φρενὸς κατηγορεῖτο τοὐπίκλημα τοῦτό μου· οὐκ οἶδ: ἃ γὰρ δρῶς, οἱ κρατοῦντες οὐχ ὁρῶ. αὐτὸς δ ὅδ ἤδη δωμάτων ἔξω περᾷ. οὗτος σύ, πῶς δεῦρ ἦλθες· ἦ τοσόνδ ἔχεις τόλμης πρόσωπον ὥστε τὰς ἐμὰς στέγας ἵκου, φονεὺς ὢν τοῦδε τἀνδρὸς ἐμφανῶς λῃστής τ ἐναργὴς τῆς ἐμῆς τυραννίδος· φέρ εἰπὲ πρὸς θεῶν, δειλίαν ἢ μωρίαν ἰδών τιν ἔν μοι ταῦτ ἐβουλεύσω ποεῖν· ἢ τοὔργον ὡς οὐ γνωριοῖμί σου τόδε δόλῳ προσέρπον ἢ οὐκ ἀλεξοίμην μαθών· ἆρ οὐχὶ μῶρόν ἐστι τοὐγχείρημά σου, ἄνευ τε πλήθους καὶ φίλων τυραννίδα θηρᾶν, ὃ πλήθει χρήμασίν θ ἁλίσκεται· οἶσθ ὡς πόησον· ἀντὶ τῶν εἰρημένων ἴς ἀντάκουσον, κᾆτα κρῖν αὐτὸς μαθών. λέγειν σὺ δεινός, μανθάνειν δ ἐγὼ κακὸς σοῦ: δυσμενῆ γὰρ καὶ βαρύν ς ηὑρ´ηκ ἐμοί. τοῦτ αὐτὸ νῦν μου πρῶτ ἄκουσον ὡς ἐρῶ. τοῦτ αὐτὸ μή μοι φράζ, ὅπως οὐκ εἶ κακός. εἴ τοι νομίζεις κτῆμα τὴν αὐθαδίαν εἶναί τι τοῦ νοῦ χωρίς, οὐκ ὀρθῶς φρονεῖς. εἴ τοι νομίζεις ἄνδρα συγγενῆ κακῶς δρῶν οὐχ ὑφέξειν τὴν δίκην, οὐκ εὖ φρονεῖς. ξύμφημί σοι ταῦτ ἔνδικ εἰρῆσθαι: τὸ δὲ πάθημ ὁποῖον φὴς παθεῖν, δίδασκέ με. ἔπειθες ἢ οὐκ ἔπειθες, ὡς χρείη μ ἐπὶ τὸν σεμνόμαντιν ἄνδρα πέμψασθαί τινα· καὶ νῦν ἔθ αὑτός εἰμι τῷ βουλεύματι. πόσον τιν ἤδη δῆθ ὁ Λάϊος χρόνον δέδρακε ποῖον ἔργον· οὐ γὰρ ἐννοῶ. ἄφαντος ἔρρει θανασίμῳ χειρώματι· μακροὶ παλαιοί τ ἂν μετρηθεῖεν χρόνοι. τότ οὖν ὁ μάντις οὗτος ἦν ἐν τῇ τέχνῃ· σοφός γ ὁμοίως κἀξ ἴσου τιμώμενος. ἐμνήσατ οὖν ἐμοῦ τι τῷ τότ ἐν χρόνῳ· οὔκουν ἐμοῦ γ ἑστῶτος οὐδαμοῦ πέλας. ἀλλ οὐκ ἔρευναν τοῦ κτανόντος ἔσχετε· παρέσχομεν, πῶς δ οὐχί· κοὐκ ἠκούσαμεν. πῶς οὖν τόθ οὗτος ὁ σοφὸς οὐκ ηὔδα τάδε· οὐκ οἶδ: ἐφ οἷς γὰρ μὴ φρονῶ σιγᾶν φιλῶ. τοσόνδε γ οἶσθα καὶ λέγοις ἂν εὖ φρονῶν. ποῖον τόδ· εἰ γὰρ οἶδά γ, οὐκ ἀρνήσομαι. ὁθούνεκ, εἰ μὴ σοὶ ξυνῆλθε, τάσδ ἐμὰς οὐκ ἄν ποτ εἶπε Λαΐου διαφθοράς. εἰ μὲν λέγει τάδ, αὐτὸς οἶσθ: ἐγὼ δὲ σοῦ μαθεῖν δικαιῶ ταὔθ ἅπερ κἀμοῦ σὺ νῦν. ἐκμάνθαν: οὐ γὰρ δὴ φονεὺς ἁλώσομαι. τί δῆτ· ἀδελφὴν τὴν ἐμὴν γήμας ἔχεις· ἄρνησις οὐκ ἔνεστιν ὧν ἀνιστορεῖς. ἄρχεις δ ἐκείνῃ ταὐτὰ γῆς ἴσον νέμων· ἃν ᾖ θέλουσα πάντ ἐμοῦ κομίζεται. οὔκουν ἰσοῦμαι σφῷν ἐγὼ δυοῖν τρίτος· ἐνταῦθα γὰρ δὴ καὶ κακὸς φαίνει φίλος. οὔκ, εἰ διδοίης γ ὡς ἐγὼ σαυτῷ λόγον.
σκέψαι δὲ τοῦτο πρῶτον, εἴ τιν ἂν δοκεῖς ἄρχειν ἑλέσθαι ξὺν φόβοισι μᾶλλον ἢ ἄτρεστον εὕδοντ, εἰ τά γ αὔθ ἕξει κράτη. ἐγὼ μὲν οὖν οὔτ αὐτὸς ἱμείρων ἔφυν τύραννος εἶναι μᾶλλον ἢ τύραννα δρᾶν, οὔτ ἄλλος ὅστις σωφρονεῖν ἐπίσταται. νῦν μὲν γὰρ ἐκ σοῦ πάντ ἄνευ φόβου φέρω, εἰ δ αὐτὸς ἦρχον, πολλὰ κἂν ἄκων ἔδρων. πῶς δῆτ ἐμοὶ τυραννὶς ἡδίων ἔχειν ἀρχῆς ἀλύπου καὶ δυναστείας ἔφυ· οὔπω τοσοῦτον ἠπατημένος κυρῶ ὥστ ἄλλα χρῄζειν ἢ τὰ σὺν κέρδει καλά. νῦν πᾶσι χαίρω, νῦν με πᾶς ἀσπάζεται, νῦν οἱ σέθεν χρῄζοντες ἐκκαλοῦσί με: τὸ γὰρ τυχεῖν αὐτοῖσι πᾶν ἐνταῦθ ἔνι. πῶς δῆτ ἐγὼ κεῖν ἂν λάβοιμ ἀφεὶς τάδε· οὐκ ἂν γένοιτο νοῦς κακὸς καλῶς φρονῶν. ἀλλ οὔτ ἐραστὴς τῆσδε τῆς γνώμης ἔφυν οὔτ ἂν μετ ἄλλου δρῶντος ἂν τλαίην ποτέ. καὶ τῶνδ ἔλεγχον τοῦτο μὲν Πυθώδ ἰὼν πεύθου τὰ χρησθέντ εἰ σαφῶς ἤγγειλά σοι: τοῦτ ἄλλ, ἐάν με τῷ τερασκόπῳ λάβῃς κοινῇ τι βουλεύσαντα, μή μ ἁπλῇ κτάνῃς ψήφῳ, διπλῇ δέ, τῇ τ ἐμῇ καὶ σῇ, λαβών: γνώμῃ δ ἀδήλῳ μή με χωρὶς αἰτιῶ. οὐ γὰρ δίκαιον οὔτε τοὺς κακοὺς μάτην χρηστοὺς νομίζειν οὔτε τοὺς χρηστοὺς κακούς. φίλον γὰρ ἐσθλὸν ἐκβαλεῖν ἴσον λέγω καὶ τὸν παρ αὑτῷ βίοτον, ὃν πλεῖστον, φιλεῖ. ἀλλ ἐν χρόνῳ γνώσει τάδ ἀσφαλῶς, ἐπεὶ χρόνος δίκαιον ἄνδρα δείκνυσιν μόνος: κακὸν δὲ κἂν ἐν ἡμέρᾳ γνοίης μιᾷ. καλῶς ἔλεξεν εὐλαβουμένῳ πεσεῖν, ἄναξ:
φρονεῖν γὰρ οἱ ταχεῖς οὐκ ἀσφαλεῖς. ὅταν ταχύς τις οὑπιβουλεύων λάθρᾳ χωρῇ, ταχὺν δεῖ κἀμὲ βουλεύειν πάλιν: εἰ δ ἡσυχάζων προσμενῶ, τὰ τοῦδε μὲν πεπραγμέν ἔσται, τἀμὰ δ ἡμαρτημένα. τί δῆτα χρῄζεις· ἦ με γῆς ἔξω βαλεῖν· ἥκιστα: θνῄσκειν, οὐ φυγεῖν σε βούλομαι. ὡς ἂν προδείξῃς οἱό῀ν ἐστι τὸ φθονεῖν. ὡς οὐχ ὑπείξων οὐδὲ πιστεύσων λέγεις· <> οὐ γὰρ φρονοῦντά ς εὖ βλέπω. τὸ γοῦν ἐμόν. ἀλλ ἐξ ἴσου δεῖ κἀμόν. ἀλλ ἔφυς κακός. εἰ δὲ ξυνίης μηδέν· ἀρκτέον γ ὅμως. οὔτοι κακῶς γ ἄρχοντος. ὦ πόλις πόλις. κἀμοὶ πόλεως μέτεστιν, οὐχί σοι μόνῳ. παύσασθ, ἄνακτες: καιρίαν δ ὑμῖν ὁρῶ τήνδ ἐκ δόμων στείχουσαν Ιὀκάστην, μεθ ἧς τὸ νῦν παρεστὸς νεῖκος εὖ θέσθαι χρεών. τί τὴν ἄβουλον, ὦ ταλαίπωροι, στάσιν γλώσσης ἐπήρασθ οὐδ ἐπαισχύνεσθε γῆς οὕτω νοσούσης ἴδια κινοῦντες κακά·
οὐκ εἶ σύ τ οἴκους σύ τε, Κρέων, κατὰ στέγας, καὶ μὴ τὸ μηδὲν ἄλγος εἰς μέγ οἴσετε· ὅμαιμε, δεινά μ Οἰδίπους ὁ σὸς πόσις δρᾶσαι δικαιοῖ δυοῖν ἀποκρίνας κακοῖν ἢ γῆς ἀπῶσαι πατρίδος ἢ κτεῖναι λαβών. ξύμφημι: δρῶντα γάρ νιν, ὦ γύναι, κακῶς εἴληφα τοὐμὸν σῶμα σὺν τέχνῃ κακῇ. μή νυν ὀναίμην, ἀλλ ἀραῖος, εἴ σέ τι δέδρακ, ὀλοίμην, ὧν ἐπαιτιᾷ με δρᾶν. ὦ πρὸς θεῶν πίστευσον, Οἰδίπους, τάδε, μάλιστα μὲν τόνδ ὁρ´κον αἰδεσθεὶς θεῶν, ἔπειτα κἀμὲ τούσδε θ οἳ πάρεισί σοι.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기