- 텍스트

Sophocles, Oedipus Tyrannus, episode 7:

(소포클레스, 오이디푸스 튀란노스, episode 7:)

εἰ καὶ τυραννεῖς, ἐξισωτέον τὸ γοῦν ἴς ἀντιλέξαι:? τοῦδε γὰρ κἀγὼ κρατῶ. οὐ γάρ τι σοὶ ζῶ δοῦλος, ἀλλὰ Λοξίᾳ: ὥστ οὐ Κρέοντος προστάτου γεγράψομαι. λέγω δ, ἐπειδὴ καὶ τυφλόν μ ὠνείδισας: σὺ καὶ δέδορκας κοὐ βλέπεις ἵν εἶ κακοῦ, οὐδ ἔνθα ναίεις, οὐδ ὅτων οἰκεῖς μέτα. ἆρ οἶσθ ἀφ ὧν εἶ· καὶ λέληθας ἐχθρὸς ὢν τοῖς σοῖσιν αὐτοῦ νέρθε κἀπὶ γῆς ἄνω, καί ς ἀμφιπλὴξ μητρός τε καὶ τοῦ σοῦ πατρὸς ἐλᾷ ποτ ἐκ γῆς τῆσδε δεινόπους ἀρά, βλέποντα νῦν μὲν ὄρθ, ἔπειτα δὲ σκότον. βοῆς δὲ τῆς σῆς ποῖος οὐκ ἔσται λιμήν, ποῖος Κιθαιρὼν οὐχὶ σύμφωνος τάχα, ὅταν καταίσθῃ τὸν ὑμέναιον, ὃν δόμοις ἄνορμον εἰσέπλευσας, εὐπλοίας τυχών· ἄλλων δὲ πλῆθος οὐκ ἐπαισθάνει κακῶν, ἅ ς ἐξισώσει σοί τε καὶ τοῖς σοῖς τέκνοις. πρὸς ταῦτα καὶ Κρέοντα καὶ τοὐμὸν στόμα προπηλάκιζε: σοῦ γὰρ οὐκ ἔστιν βροτῶν κάκιον ὅστις ἐκτριβήσεταί ποτε.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION