호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὦ πλοῦτε καὶ τυραννὶ καὶ τέχνη τέχνης ὑπερφέρουσα τῷ πολυζήλῳ βίῳ, ὅσος παρ ὑμῖν ὁ φθόνος φυλάσσεται, εἰ τῆσδέ γ ἀρχῆς οὕνεχ, ἣν ἐμοὶ πόλις δωρητόν, οὐκ αἰτητόν, εἰσεχείρισεν, ταύτης Κρέων ὁ πιστός, οὑξ ἀρχῆς φίλος, λάθρᾳ μ ὑπελθὼν ἐκβαλεῖν ἱμείρεται, ὑφεὶς μάγον τοιόνδε μηχανορράφον, δόλιον ἀγύρτην, ὅστις ἐν τοῖς κέρδεσιν μόνον δέδορκε, τὴν τέχνην δ ἔφυ τυφλός.? ἡμῖν μὲν εἰκάζουσι καὶ τὰ τοῦδ ἔπη ὀργῇ λελέχθαι καὶ τά ς, Οἰδίπους, δοκεῖ, δεῖ δ οὐ τοιούτων, ἀλλ ὅπως τὰ τοῦ θεοῦ μαντεῖ ἄριστα λύσομεν, τόδε σκοπεῖν. ἐπεί, φέρ εἰπέ, ποῦ σὺ μάντις εἶ σαφής· πῶς οὐκ, ὅθ ἡ ῥαψῳδὸς ἐνθάδ ἦν κύων, ηὔδας τι τοῖσδ ἀστοῖσιν ἐκλυτήριον· καίτοι τό γ αἴνιγμ οὐχὶ τοὐπιόντος ἦν ἀνδρὸς διειπεῖν, ἀλλὰ μαντείας ἔδει: ἣν οὔτ ἀπ οἰωνῶν σὺ προυφάνης ἔχων οὔτ ἐκ θεῶν του γνωτόν: ἀλλ ἐγὼ μολών, ὁ μηδὲν εἰδὼς Οἰδίπους, ἔπαυσά νιν, γνώμῃ κυρήσας οὐδ ἀπ, οἰωνῶν μαθών: ὃν δὴ σὺ πειρᾷς ἐκβαλεῖν, δοκῶν θρόνοις παραστατήσειν τοῖς Κρεοντείοις πέλας. κλαίων δοκεῖς μοι καὶ σὺ χὠ συνθεὶς τάδε ἀγηλατήσειν: εἰ δὲ μὴ δόκεις γέρων εἶναι, παθὼν ἔγνως ἂν οἱά῀ περ φρονεῖς.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기