- 텍스트

Sophocles, Oedipus Tyrannus, episode 5:

(소포클레스, 오이디푸스 튀란노스, episode 5:)

οὕτως ἀναιδῶς ἐξεκίνησας τόδε τὸ ῥῆμα·? καὶ ποῦ τοῦτο φεύξεσθαι δοκεῖς· πέφευγα: τἀληθὲς γὰρ ἰσχῦον τρέφω. πρὸς τοῦ διδαχθείς· οὐ γὰρ ἔκ γε τῆς τέχνης. πρὸς σοῦ: σὺ γάρ μ ἄκοντα προυτρέψω λέγειν. ποῖον λόγον· λέγ αὖθις, ὡς μᾶλλον μάθω. οὐχὶ ξυνῆκας πρόσθεν· ἢ κπειρᾷ λέγων· οὐχ ὥστε γ εἰπεῖν γνωστόν: ἀλλ αὖθις φράσον. φονέα σε φημὶ τἀνδρὸς οὗ ζητεῖς κυρεῖν. ἀλλ οὔ τι χαίρων δίς γε πημονὰς ἐρεῖς. εἴπω τι δῆτα κἄλλ, ἵν ὀργίζῃ πλέον· ὅσον γε χρῄζεις: ὡς μάτην εἰρήσεται. λεληθέναι σε φημὶ σὺν τοῖς φιλτάτοις αἴσχισθ ὁμιλοῦντ, οὐδ ὁρᾶν ἵν εἶ κακοῦ. ἦ καὶ γεγηθὼς ταῦτ ἀεὶ λέξειν δοκεῖς· εἴπερ τί γ ἐστὶ τῆς ἀληθείας σθένος. ἀλλ ἔστι, πλὴν σοί: σοὶ δὲ τοῦτ οὐκ ἔστ ἐπεὶ τυφλὸς τά τ ὦτα τόν τε νοῦν τά τ ὄμματ εἶ. σὺ δ ἄθλιός γε ταῦτ ὀνειδίζων, ἃ σοὶ οὐδεὶς ὃς οὐχὶ τῶνδ ὀνειδιεῖ τάχα. μιᾶς τρέφει πρὸς νυκτός, ὥστε μήτ ἐμὲ μήτ ἄλλον, ὅστις φῶς ὁρᾷ, βλάψαι ποτ ἄν. οὐ γάρ σε μοῖρα πρός γ ἐμοῦ πεσεῖν, ἐπεὶ ἱκανὸς Ἀπόλλων, ᾧ τάδ ἐκπρᾶξαι μέλει. Κρέοντος ἢ σοῦ ταῦτα τἀξευρήματα· Κρέων δέ σοι πῆμ οὐδέν, ἀλλ αὐτὸς σὺ σοί.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION