호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὦ πάντα νωμῶν Τειρεσία, διδακτά τε ἄρρητά τ, οὐράνιά τε καὶ χθονοστιβῆ, πόλιν μέν, εἰ καὶ μὴ βλέπεις, φρονεῖς δ ὅμως οἱᾴ νόσῳ σύνεστιν:? ἧς σὲ προστάτην σωτῆρά τ, ὦναξ, μοῦνον ἐξευρίσκομεν. Φοῖβος γάρ, εἴ τι μὴ κλύεις τῶν ἀγγέλων, πέμψασιν ἡμῖν ἀντέπεμψεν, ἔκλυσιν μόνην ἂν ἐλθεῖν τοῦδε τοῦ νοσήματος, εἰ τοὺς κτανόντας Λάϊον μαθόντες εὖ κτείναιμεν ἢ γῆς φυγάδας ἐκπεμψαίμεθα. σύ νυν φθονήσας μήτ ἀπ οἰωνῶν φάτιν μήτ εἴ τιν ἄλλην μαντικῆς ἔχεις ὁδόν, ῥῦσαι σεαυτὸν καὶ πόλιν, ῥῦσαι δ ἐμέ, ῥῦσαι δὲ πᾶν μίασμα τοῦ τεθνηκότος. ἐν σοὶ γὰρ ἐσμέν: ἄνδρα δ ὠφελεῖν ἀφ ὧν ἔχοι τε καὶ δύναιτο, κάλλιστος πόνων. φεῦ φεῦ, φρονεῖν ὡς δεινὸν ἔνθα μὴ τέλη λύῃ φρονοῦντι: ταῦτα γὰρ καλῶς ἐγὼ εἰδὼς διώλες: οὐ γὰρ ἂν δεῦρ ἱκόμην. τί δ ἔστιν· ὡς ἄθυμος εἰσελήλυθας. ἄφες μ ἐς οἴκους: ῥᾷστα γὰρ τὸ σόν τε σὺ κἀγὼ διοίσω τοὐμόν, ἢν ἐμοὶ πίθῃ. οὔτ ἔννομ εἶπας οὔτε προσφιλῆ πόλει τῇδ, ἥ ς ἔθρεψε, τήνδ ἀποστερῶν φάτιν. ὁρῶ γὰρ οὐδὲ σοὶ τὸ σὸν φώνημ ἰὸν πρὸς καιρόν: ὡς οὖν μηδ ἐγὼ ταὐτὸν πάθω - μὴ πρὸς θεῶν φρονῶν γ ἀποστραφῇς, ἐπεὶ πάντες σε προσκυνοῦμεν οἵδ ἱκτήριοι. πάντες γὰρ οὐ φρονεῖτ: ἐγὼ δ οὐ μή ποτε τἄμ, ὡς ἂν εἴπω μὴ τὰ ς, ἐκφήνω κακά.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기