- 텍스트

Sophocles, Oedipus Tyrannus, episode 2:

(소포클레스, 오이디푸스 튀란노스, episode 2:)

ὥσπερ μ ἀραῖον ἔλαβες, ὧδ, ἄναξ, ἐρῶ.? οὔτ ἔκτανον γὰρ οὔτε τὸν κτανόντ ἔχω δεῖξαι. τὸ δὲ ζήτημα τοῦ πέμψαντος ἦν Φοίβου τόδ εἰπεῖν, ὅστις εἴργασταί ποτε. δίκαι ἔλεξας: ἀλλ ἀναγκάσαι θεοὺς ἃν μὴ θέλωσιν οὐδ ἂν εἷς δύναιτ ἀνήρ. τὰ δεύτερ ἐκ τῶνδ ἂν λέγοιμ ἁμοὶ δοκεῖ. εἰ καὶ τρίτ ἐστί, μὴ παρῇς τὸ μὴ οὐ φράσαι. ἄνακτ ἄνακτι ταὔθ ὁρῶντ ἐπίσταμαι μάλιστα Φοίβῳ Τειρεσίαν, παρ οὗ τις ἂν σκοπῶν τάδ, ὦναξ, ἐκμάθοι σαφέστατα. ἀλλ οὐκ ἐν ἀργοῖς οὐδὲ τοῦτ ἐπραξάμην. ἔπεμψα γὰρ Κρέοντος εἰπόντος διπλοῦς πομπούς: πάλαι δὲ μὴ παρῶν θαυμάζεται. καὶ μὴν τά γ ἄλλα κωφὰ καὶ παλαί ἔπη. τὰ ποῖα ταῦτα· πάντα γὰρ σκοπῶ λόγον. θανεῖν ἐλέχθη πρός τινων ὁδοιπόρων. ἤκουσα κἀγώ. τὸν δ ἰδόντ οὐδεὶς ὁρᾷ. ἀλλ εἴ τι μὲν δὴ δείματός γ ἔχει μέρος, τὰς σὰς ἀκούων οὐ μενεῖ τοιάσδ ἀράς, ᾧ μή στι δρῶντι τάρβος, οὐδ ἔπος φοβεῖ. ἀλλ οὑξελέγξων αὐτὸν ἔστιν: οἵδε γὰρ τὸν θεῖον ἤδη μάντιν ὧδ ἄγουσιν, ᾧ τἀληθὲς ἐμπέφυκεν ἀνθρώπων μόνῳ.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION