호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οὐδ εἰ γὰρ ἦν τὸ πρᾶγμα μὴ θεήλατον, ἀκάθαρτον ὑμᾶς εἰκὸς ἦν οὕτως ἐᾶν, ἀνδρός γ ἀρίστου βασιλέως τ ὀλωλότος, ἀλλ ἐξερευνᾶν:? νῦν δ ἐπεὶ κυρῶ γ ἐγὼ ἔχων μὲν ἀρχὰς ἃς ἐκεῖνος εἶχε πρίν, ἔχων δὲ λέκτρα καὶ γυναῖχ ὁμόσπορον, κοινῶν τε παίδων κοίν ἄν, εἰ κείνῳ γένος μὴ δυστύχησεν, ἦν ἂν ἐκπεφυκότα: νῦν δ ἐς τὸ κείνου κρᾶτ ἐνήλαθ ἡ τύχη: ἀνθ ὧν ἐγὼ τάδ, ὡσπερεὶ τοὐμοῦ πατρός, ὑπερμαχοῦμαι κἀπὶ πᾶν ἀφίξομαι, ζητῶν τὸν αὐτόχειρα τοῦ φόνου λαβεῖν, τῷ Λαβδακείῳ παιδὶ Πολυδώρου τε καὶ τοῦ πρόσθε Κάδμου τοῦ πάλαι τ Ἀγήνορος. καὶ ταῦτα τοῖς μὴ δρῶσιν εὔχομαι θεοὺς μήτ ἄροτον αὐτοῖς γῆς ἀνιέναι τινὰ μήτ οὖν γυναικῶν παῖδας, ἀλλὰ τῷ πότμῳ τῷ νῦν φθερεῖσθαι κἄτι τοῦδ ἐχθίονι: ὑμῖν δὲ τοῖς ἄλλοισι Καδμείοις, ὅσοις τάδ ἔστ ἀρέσκονθ, ἥ τε σύμμαχος Δίκη χοἰ πάντες εὖ ξυνεῖεν εἰσαεὶ θεοί.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기