호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἀλλ εἰς καλὸν σύ τ εἶπας οἵδε τ ἀρτίως Κρέοντα προσστείχοντα σημαίνουσί μοι.? ὦναξ Ἄπολλον, εἰ γὰρ ἐν τύχῃ γέ τῳ σωτῆρι βαίη λαμπρὸς ὥσπερ ὄμματι ἀλλ εἰκάσαι μέν, ἡδύς: οὐ γὰρ ἂν κάρα πολυστεφὴς ὧδ εἱρ῀πε παγκάρπου δάφνης. τάχ εἰσόμεσθα: ξύμμετρος γὰρ ὡς κλύειν. ἄναξ, ἐμὸν κήδευμα, παῖ Μενοικέως, τίν ἡμὶν ἥκεις τοῦ θεοῦ φήμην φέρων· ἐσθλήν: λέγω γὰρ καὶ τὰ δύσφορ, εἰ τύχοι κατ ὀρθὸν ἐξελθόντα, πάντ ἂν εὐτυχεῖν. ἔστιν δὲ ποῖον τοὔπος· οὔτε γὰρ θρασὺς οὔτ οὖν προδείσας εἰμὶ τῷ γε νῦν λόγῳ. εἰ τῶνδε χρῄζεις πλησιαζόντων κλύειν, ἕτοιμος εἰπεῖν, εἴτε καὶ στείχειν ἔσω. ἐς πάντας αὔδα: τῶνδε γὰρ πλέον φέρω τὸ πένθος ἢ καὶ τῆς ἐμῆς ψυχῆς πέρι. λέγοιμ ἂν οἷ ἤκουσα τοῦ θεοῦ πάρα. ἄνωγεν ἡμᾶς Φοῖβος ἐμφανῶς ἄναξ μίασμα χώρας, ὡς τεθραμμένον χθονὶ ἐν τῇδ, ἐλαύνειν μηδ ἀνήκεστον τρέφειν. ποίῳ καθαρμῷ· τίς ὁ τρόπος τῆς ξυμφορᾶς· ἀνδρηλατοῦντας ἢ φόνῳ φόνον πάλιν λύοντας, ὡς τόδ αἷμα χειμάζον πόλιν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기