호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὦ παῖδες οἰκτροί, γνωτὰ κοὐκ ἄγνωτά μοι προσήλθεθ ἱμείροντες:? εὖ γὰρ οἶδ ὅτι νοσεῖτε πάντες, καὶ νοσοῦντες, ὡς ἐγὼ οὐκ ἔστιν ὑμῶν ὅστις ἐξ ἴσου νοσεῖ. τὸ μὲν γὰρ ὑμῶν ἄλγος εἰς ἕν ἔρχεται μόνον καθ αὑτὸν κοὐδέν ἄλλον, ἡ δ ἐμὴ ψυχὴ πόλιν τε κἀμὲ καὶ ς ὁμοῦ στένει. ὥστ οὐχ ὕπνῳ γ εὕδοντά μ ἐξεγείρετε, ἀλλ ἴστε πολλὰ μέν με δακρύσαντα δή, πολλὰς δ ὁδοὺς ἐλθόντα φροντίδος πλάνοις: ἣν δ εὖ σκοπῶν ηὑρ´ισκον ἰάσιν μόνην, ταύτην ἔπραξα: παῖδα γὰρ Μενοικέως Κρέοντ, ἐμαυτοῦ γαμβρόν, ἐς τὰ Πυθικὰ ἔπεμψα Φοίβου δώμαθ, ὡς πύθοιθ ὅ τι δρῶν ἢ τί φωνῶν τήνδε ῥυσαίμην πόλιν. καί μ ἦμαρ ἤδη ξυμμετρούμενον χρόνῳ λυπεῖ τί πράσσει: τοῦ γὰρ εἰκότος πέρα ἄπεστι πλείω τοῦ καθήκοντος χρόνου. ὅταν δ ἵκηται, τηνικαῦτ ἐγὼ κακὸς μὴ δρῶν ἂν εἰήν πάνθ ὅς ἂν δηλοῖ θεός.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기