호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἀλλ ὦ κρατύνων Οἰδίπους χώρας ἐμῆς, ὁρᾷς μὲν ἡμᾶς ἡλίκοι προσήμεθα βωμοῖσι τοῖς σοῖς:? οἱ μὲν οὐδέπω μακρὰν πτέσθαι σθένοντες, οἱ δὲ σὺν γήρᾳ βαρεῖς, ἱερῆς, ἐγὼ μὲν Ζηνός, οἵδε τ ᾐθέων λεκτοί: τὸ δ ἄλλο φῦλον ἐξεστεμμένον ἀγοραῖσι θακεῖ πρός τε Παλλάδος διπλοῖς ναοῖς, ἐπ Ἰσμηνοῦ τε μαντείᾳ σποδῷ. πόλις γάρ, ὥσπερ καὐτὸς εἰσορᾷς, ἄγαν ἤδη σαλεύει κἀνακουφίσαι κάρα βυθῶν ἔτ οὐχ οἱά τε φοινίου σάλου, φθίνουσα μὲν κάλυξιν ἐγκάρποις χθονός, φθίνουσα δ ἀγέλαις βουνόμοις τόκοισί τε ἀγόνοις γυναικῶν: ἐν δ ὁ πυρφόρος θεὸς σκήψας ἐλαύνει, λοιμὸς ἔχθιστος, πόλιν, ὑφ οὗ κενοῦται δῶμα Καδμεῖον, μέλας δ Αἵδης στεναγμοῖς καὶ γόοις πλουτίζεται. θεοῖσι μέν νυν οὐκ ἰσούμενόν ς ἐγὼ οὐδ οἵδε παῖδες ἑζόμεσθ ἐφέστιοι, ἀνδρῶν δὲ πρῶτον ἔν τε συμφοραῖς βίου κρίνοντες ἔν τε δαιμόνων συναλλαγαῖς: ὅς γ ἐξέλυσας ἄστυ Καδμεῖον μολὼν σκληρᾶς ἀοιδοῦ δασμὸν ὃν παρείχομεν, καὶ ταῦθ ὑφ ἡμῶν οὐδὲν ἐξειδὼς πλέον οὐδ ἐκδιδαχθείς, ἀλλὰ προσθήκῃ θεοῦ λέγει νομίζει θ ἡμὶν ὀρθῶσαι βίον: νῦν τ, ὦ κράτιστον πᾶσιν Οἰδίπου κάρα, ἱκετεύομέν σε πάντες οἵδε πρόστροποι ἀλκήν τιν εὑρεῖν ἡμίν, εἴτε του θεῶν φήμην ἀκούσας εἴτ ἀπ ἀνδρὸς οἶσθά του: ὡς τοῖσιν ἐμπείροισι καὶ τὰς ξυμφορὰς ζώσας ὁρῶ μάλιστα τῶν βουλευμάτων. ἴθ, ὦ βροτῶν ἄριστ, ἀνόρθωσον πόλιν, ἴθ, εὐλαβήθηθ: ὡς σὲ νῦν μὲν ἥδε γῆ σωτῆρα κλῄζει τῆς πάρος προθυμίας: ἀρχῆς δὲ τῆς σῆς μηδαμῶς μεμνώμεθα στάντες τ ἐς ὀρθὸν καὶ πεσόντες ὕστερον. ἀλλ ἀσφαλείᾳ τήνδ ἀνόρθωσον πόλιν: ὄρνιθι γὰρ καὶ τὴν τότ αἰσίῳ τύχην παρέσχες ἡμῖν, καὶ τανῦν ἴσος γενοῦ. ὡς εἴπερ ἄρξεις τῆσδε γῆς, ὥσπερ κρατεῖς, ξὺν ἀνδράσιν κάλλιον ἢ κενῆς κρατεῖν: ὡς οὐδέν ἐστιν οὔτε πύργος οὔτε ναῦς ἔρημος ἀνδρῶν μὴ ξυνοικούντων ἔσω.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기