호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὦ τέκνα, Κάδμου τοῦ πάλαι νέα τροφή, τίνασ ποθ’ ἕδρασ τάσδε μοι θοάζετε ἱκτηρίοισ κλάδοισιν ἐξεστεμμένοι; πόλισ δ’ ὁμοῦ μὲν θυμιαμάτων γέμει, ὁμοῦ δὲ παιάνων τε καὶ στεναγμάτων· ἁγὼ δικαιῶν μὴ παρ’ ἀγγέλων, τέκνα, ἄλλων ἀκούειν αὐτὸσ ὧδ’ ἐλήλυθα, ὁ πᾶσι κλεινὸσ Οἰδίπουσ καλούμενοσ. ἀλλ’ ὦ γεραιέ, φράζ’, ἐπεὶ πρέπων ἔφυσ πρὸ τῶνδε φωνεῖν, τίνι τρόπῳ καθέστατε, δείσαντεσ ἢ στέρξαντεσ; ὡσ θέλοντοσ ἂν ἐμοῦ προσαρκεῖν πᾶν· δυσάλγητοσ γὰρ ἂν εἰήν τοιάνδε μὴ οὐ κατοικτίρων ἕδραν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기