- 텍스트

Sophocles, Oedipus at Colonus, episode

(소포클레스, Oedipus at Colonus, episode)

ἄνδρες πολῖται, ξυντομωτάτως, μὲν ἂν τύχοιμι λέξας Οἰδίπουν ὀλωλότα:? ἃ δ ἦν τὰ πραχθέντ, οὔθ ὁ μῦθος ἐν βραχεῖ φράσαι πάρεστιν οὔτε τἄργ ὅς ἦν ἐκεῖ. ὄλωλε γὰρ δύστηνος· ὡς λελοιπότα κεῖνον τὸν ἀεὶ βίοτον ἐξεπίστασο. πῶς· ἆρα θείᾳ κἀπόνῳ τάλας τύχῃ· ταῦτ ἐστὶν ἤδη κἀποθαυμάσαι πρέπον. ὡς μὲν γὰρ ἐνθένδ εἱρ῀πε, καὶ σύ που παρὼν ἔξοισθ, ὑφηγητῆρος οὐδενὸς φίλων, ἀλλ αὐτὸς ἡμῖν πᾶσιν ἐξηγούμενος. ἐπεὶ δ ἀφῖκτο τὸν καταρράκτην ὀδὸν χαλκοῖς βάθροισι γῆθεν ἐρριζωμένον, ἔστη κελεύθων ἐν πολυσχίστων μιᾷ, κοίλου πέλας κρατῆρος, οὗ τὰ Θησέως Περίθου τε κεῖται πίστ ἀεὶ ξυνθήματα. ἀφ οὗ μέσος στὰς τοῦ τε Θορικίου πέτρου κοίλης τ ἀχέρδου κἀπὸ λαΐνου τάφου, καθέζετ: εἶτ ἔλυσε δυσπινεῖς στολάς. κἄπειτ ἀΰσας παῖδας ἠνώγει ῥυτῶν ὑδάτων ἐνεγκεῖν λουτρὰ καὶ χοάς ποθεν: τὼ δ εὐχλόου Δήμητρος εἰς προσόψιον πάγον μολοῦσαι τάσδ ἐπιστολὰς πατρὶ ταχεῖ πόρευσαν σῦν χρόνῳ, λουτροῖς τέ νιν ἐσθῆτί τ ἐξήσκησαν ᾗ νομίζεται. ἐπεὶ δὲ παντὸς εἶχε δρῶντος ἡδονὴν κοὐκ ἦν ἔτ οὐδὲν ἀργὸν ὧν ἐφίετο, κτύπησε μὲν Ζεὺς χθόνιος αἱ δὲ παρθένοι ῥίγησαν, ὡς ἤκουσαν: ἐς δὲ γούνατα πατρὸς πεσοῦσαι κλαιον οὐδ ἀνίεσαν στέρνων ἀραγμοὺς οὐδὲ παμμήκεις γόους. ὁ δ ὡς ἀκούει φθόγγον ἐξαίφνης πικρόν, πτύξας ἐπ αὐταῖς χεῖρας εἶπεν: ὦ τέκνα, οὐκ ἔστ ἔθ ὑμῖν τῇδ ἐν ἡμέρᾳ πατήρ. ὄλωλε γὰρ δὴ πάντα τἀμά, κοὐκέτι τὴν δυσπόνητον ἕξετ ἀμφ ἐμοὶ τροφήν: σκληρὰν μέν, οἶδα, παῖδες: ἀλλ ἓν γὰρ μόνον τὰ πάντα λύει ταῦτ ἔπος μοχθήματα. τὸ γὰρ φιλεῖν οὐκ ἔστιν ἐξ ὅτου πλέον ἢ τοῦδε τἀνδρὸς ἔσχεθ, οὗ τητώμεναι τὸ λοιπὸν ἤδη τὸν βίον διάζετον. τοιαῦτ ἐπ ἀλλήλοισιν ἀμφικείμενοι λύγδην ἔκλαιον πάντες. ὡς δὲ πρὸς τέλος γόων ἀφίκοντ οὐδ ἔτ ὠρώρει βοή, ἦν μὲν σιωπή: φθέγμα δ ἐξαίφνης τινὸς θώϋξεν αὐτόν, ὥστε πάντας ὀρθίας στῆσαι φόβῳ δείσαντας ἐξαίφνης τρίχας, καλεῖ γὰρ αὐτὸν πολλὰ πολλαχῇ θεός: ὦ οὗτος οὗτος, Οἰδίπους, τί μέλλομεν χωρεῖν· πάλαι δὴ τἀπὸ σοῦ βραδύνεται. ὁ δ ὡς ἐπῄσθετ ἐκ θεοῦ καλούμενος, αὐδᾷ μολεῖν οἱ γῆς ἄνακτα Θησέα. κἀπεὶ προσῆλθεν, εἶπεν: ὦ φίλον κάρα, δός μοι χερὸς σῆς πίστιν ὁρκίαν τέκνοις, ὑμεῖς τε, παῖδες, τῷδε: καὶ καταίνεσον μήποτε προδώσειν τάσδ ἑκών, τελεῖν δ ὅς ἂν μέλλῃς φρονῶν εὖ ξυμφέροντ αὐτοῖς ἀεί. ὁ δ, ὡς ἀνὴρ γενναῖος, οὐκ οἴκτου μέτα κατῄνεσεν τάδ ὁρ´κιος δράσειν ξένῳ. ὅπως δὲ ταῦτ ἔδρασεν, εὐθὺς Οἰδίπους ψαύσας ἀμαυραῖς χερσὶν ὧν παίδων λέγει: ὦ παῖδε, τλάσας χρὴ τὸ γενναῖον φρενὶ χωρεῖν τόπων ἐκ τῶνδε, μηδ ἃ μὴ θέμις λεύσσειν δικαιοῦν μηδὲ φωνούντων κλύειν, ἀλλ ἑρ´πεθ ὡς τάχιστα: πλὴν ὁ κύριος Θησεὺς παρέστω μανθάνων τὰ δρώμενα. τοσαῦτα φωνήσαντος εἰσηκούσαμεν ξύμπαντες: ἀστακτὶ δὲ σὺν ταῖς παρθένοις στένοντες ὡμαρτοῦμεν. ὡς δ ἀπήλθομεν, χρόνῳ βραχεῖ στραφέντες ἐξαπείδομεν τὸν ἄνδρα τὸν μὲν οὐδαμοῦ παρόντ ἔτι, ἄνακτα δ αὐτὸν ὀμμάτων ἐπίσκιον χεῖρ ἀντέχοντα κρατός, ὡς δεινοῦ τινος φόβου φανέντος οὐδ ἀνασχετοῦ βλέπειν. ἔπειτα μέντοι βαιὸν οὐδὲ σὺν χρόνῳ ὁρῶμεν αὐτὸν γῆν τε προσκυνοῦνθ ἅμα καὶ τὸν θεῶν Ὄλυμπον ἐν ταὐτῷ λόγῳ. μόρῳ δ ὁποίῳ κεῖνος ὤλετ, οὐδ ἂν εἷς θνητῶν φράσειε, πλὴν τὸ Θησέως κάρα. οὐ γάρ τις αὐτὸν οὔτε πυρφόρος θεοῦ κεραυνὸς ἐξέπραξεν οὔτε ποντία θύελλα κινηθεῖσα τῷ τότ ἐν χρόνῳ, ἀλλ ἤ τις ἐκ θεῶν πομπὸς ἢ τὸ νερτέρων εὔνουν διαστὰν γῆς ἀλύπητον βάθρον. ἁνὴρ γὰρ οὐ στενακτὸς οὐδὲ σὺν νόσοις ἀλγεινὸς ἐξεπέμπετ, ἀλλ εἴ τις βροτῶν θαυμαστός. εἰ δὲ μὴ δοκῶ φρονῶν λέγειν, οὐκ ἂν παρείμην οἷσι μὴ δοκῶ φρονεῖν. ποῦ δ αἵ τε παῖδες χοἰ προπέμψαντες φίλων· αἵδ οὐχ ἑκάς: γόων γὰρ οὐκ ἀσήμονες φθόγγοι σφε σημαίνουσι δεῦρ ὁρμωμένας.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION