호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τίς αὖ παρ ὑμῶν κοινὸς ἠχεῖται κτύπος, σαφὴς μὲν ἀστῶν, ἐμφανὴς δὲ τοῦ ξένου·? μή τις Διὸς κεραυνὸς ἤ τις ὀμβρία χάλαζ ἐπιρράξασα· πάντα γὰρ θεοῦ τοιαῦτα χειμάζοντος εἰκάσαι πάρα. ἄναξ, ποθοῦντι προυφάνης, καί σοι θεῶν τύχην τις ἐσθλὴν τῆσδ ἔθηκε τῆς ὁδοῦ. τί δ ἐστίν, ὦ παῖ Λαΐου, νέορτον αὖ· ῥοπὴ βίου μοι: καί ς ἅπερ ξυνῄνεσα θέλω πόλιν τε τήνδε μὴ ψεύσας θανεῖν. τῷ δ ἐκπέπεισαι τοῦ μόρου τεκμηρίῳ· αὐτοὶ θεοὶ κήρυκες ἀγγέλλουσί μοι, ψεύδοντες οὐδὲν σῆμα τῶν προκειμένων. πῶς εἶπας, ὦ γεραιέ, δηλοῦσθαι τάδε· αἱ πολλὰ βρονταὶ διατελεῖς τὰ πολλά τε στράψαντα χειρὸς τῆς ἀνικήτου βέλη. πείθεις με: πολλὰ γάρ σε θεσπίζονθ ὁρῶ κοὐ ψευδόφημα: χὤ τι χρὴ ποιεῖν λέγε. ἐγὼ διδάξω, τέκνον Αἰγέως, ἅ σοι γήρως ἄλυπα τῇδε κείσεται πόλει. χῶρον μὲν αὐτὸς αὐτίκ ἐξηγήσομαι, ἄθικτος ἡγητῆρος, οὗ με χρὴ θανεῖν. τοῦτον δὲ φράζε μή ποτ ἀνθρώπων τινί, μήθ οὗ κέκευθε μήτ ἐν οἷς κεῖται τόποις: ὥς σοι πρὸ πολλῶν ἀσπίδων ἀλκὴν ὅδε δορός τ ἐπακτοῦ γειτονῶν ἀεὶ τιθῇ. ἃ δ ἐξάγιστα μηδὲ κινεῖται λόγῳ, αὐτὸς μαθήσει, κεῖς ὅταν μόλῃς μόνος: ὡς οὔτ ἂν ἀστῶν τῶνδ ἂν ἐξείποιμί τῳ οὔτ ἂν τέκνοισι τοῖς ἐμοῖς, στέργων ὅμως. ἀλλ αὐτὸς αἰεὶ σῷζε, χὤταν εἰς τέλος τοῦ ζῆν ἀφικνῇ, τῷ προφερτάτῳ μόνῳ σήμαιν, ὁ δ αἰεὶ τὠπιόντι δεικνύτω. χοὔτως ἀδῇον τήνδ ἐνοικήσεις πόλιν σπαρτῶν ἀπ ἀνδρῶν: αἱ δὲ μυρίαι πόλεις, κἂν εὖ τις οἰκῇ, ῥᾳδίως καθύβρισαν. θεοὶ γὰρ εὖ μέν, ὀψὲ δ εἰσορῶς, ὅταν τὰ θεῖ ἀφείς τις εἰς τὸ μαίνεσθαι τραπῇ: ὃ μὴ σύ, τέκνον Αἰγέως, βούλου παθεῖν. τὰ μὲν τοιαῦτ οὖν εἰδότ ἐκδιδάσκομεν. χῶρον δ, ἐπείγει γάρ με τοὐκ θεοῦ παρόν, στείχωμεν ἤδη μηδ ἔτ ἐντρεπώμεθα. ὦ παῖδες, ὧδ ἕπεσθ: ἐγὼ γὰρ ἡγεμὼν σφῷν αὖ πέφασμαι καινός, ὥσπερ σφὼ πατρί. χωρεῖτε καὶ μὴ ψαύετ, ἀλλ ἐᾶτέ με αὐτὸν τὸν ἱερὸν τύμβον ἐξευρεῖν, ἵνα μοῖρ ἀνδρὶ τῷδε τῇδε κρυφθῆναι χθονί. τῇδ ὧδε, τῇδε βᾶτε: τῇδε γάρ μ ἄγει Ἑρμῆς ὁ πομπὸς ἥ τε νερτέρα θεός. ὦ φῶς ἀφεγγές, πρόσθε πού ποτ ἦσθ ἐμόν, νῦν δ ἔσχατόν σου τοὐμὸν ἅπτεται δέμας. ἤδη γὰρ ἑρ´πω τὸν τελευταῖον βίον κρύψων παρ Αἵδην. ἀλλά, φίλτατε ξένων, αὐτός τε χώρα θ ἥδε πρόσπολοί τε σοὶ εὐδαίμονες γένοισθε, κἀπ εὐπραξίᾳ μέμνησθέ μου θανόντος εὐτυχεῖς ἀεί.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기