- 텍스트

Sophocles, Oedipus at Colonus, episode 3:

(소포클레스, Oedipus at Colonus, episode 3:)

Πολύνεικες, οὔτε ταῖς παρελθούσαις ὁδοῖς ξυνήδομαί σοι, νῦν τ ἴθ ὡς τάχος πάλιν.? οἴμοι κελεύθου τῆς τ ἐμῆς δυσπραξίας, οἴμοι δ ἑταίρων: οἱο῀ν ἆρ ὁδοῦ τέλος Ἄργους ἀφωρμήθημεν, ὦ τάλας ἐγώ, τοιοῦτον οἱο῀ν οὐδὲ φωνῆσαί τινι ἔξεσθ ἑταίρων, οὐδ ἀποστρέψαι πάλιν, ἀλλ ὄντ ἄναυδον τῇδε συγκῦρσαι τύχῃ. ὦ τοῦδ ὅμαιμοι παῖδες, ἀλλ ὑμεῖς, ἐπεὶ τὰ σκληρὰ πατρὸς κλύετε ταῦτ ἀρωμένου, μή τοί με πρὸς θεῶν σφώ γ, ἐὰν αἱ τοῦδ ἀραὶ πατρὸς τελῶνται καί τις ὑμῖν ἐς δόμους νόστος γένηται, μή μ ἀτιμάσητέ γε, ἀλλ ἐν τάφοισι θέσθε κἀν κτερίσμασιν. καὶ σφῷν ὁ νῦν ἔπαινος, ὃν κομίζετον τοῦδ, ἀνδρὸς οἷς πονεῖτον, οὐκ ἐλάσσονα ἔτ ἄλλον οἴσει τῆς ἐμῆς ὑπουργίας. Πολύνεικες, ἱκετεύω σε πεισθῆναί τί μοι. ὦ φιλτάτη, τὸ ποῖον, Ἀντιγόνη· λέγε. στρέψαι στράτευμ ἐς Ἄργος ὡς τάχιστά γε, καὶ μὴ σέ τ αὐτὸν καὶ πόλιν διεργάσῃ. ἀλλ οὐχ οἱό῀ν τε: πῶς γὰρ αὖθις ἂν πάλιν στράτευμ ἄγοιμι ταὐτόν. εἰσάπαξ τρέσας· τί δ αὖθις, ὦ παῖ, δεῖ σε θυμοῦσθαι· τί σοι πάτραν κατασκάψαντι κέρδος ἔρχεται· αἰσχρὸν τὸ φεύγειν καὶ τὸ πρεσβεύοντ ἐμὲ οὕτω γελᾶσθαι τοῦ κασιγνήτου πάρα. ὁρᾷς τὰ τοῦδ οὖν ὡς ἐς ὀρθὸν ἐκφέρει μαντεύμαθ, ὃς σφῷν θάνατον ἐξ ἀμφοῖν θροεῖ· χρῄζει γάρ: ἡμῖν δ οὐχὶ συγχωρητέα. οἴμοι τάλαινα: τίς δὲ τολμήσει κλύων τὰ τοῦδ ἕπεσθαι τἀνδρός, οἷ ἐθέσπισεν· οὐκ ἀγγελοῦμεν φλαῦρ: ἐπεὶ στρατηλάτου χρηστοῦ τὰ κρείσσω μηδὲ τἀνδεᾶ λέγειν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION