- 텍스트

Sophocles, Oedipus at Colonus, episode 1:

(소포클레스, Oedipus at Colonus, episode 1:)

ἀλλ ἐξερῶ:? καλῶς γὰρ ἐξηγεῖ σύ μοι: πρῶτον μὲν αὐτὸν τὸν θεὸν ποιούμενος ἀρωγόν, ἔνθεν μ ὧδ ἀνέστησεν μολεῖν ὁ τῆσδε τῆς γῆς κοίρανος, διδοὺς ἐμοὶ λέξαι τ ἀκοῦσαί τ ἀσφαλεῖ σὺν ἐξόδῳ. καὶ ταῦτ ἀφ ὑμῶν, ὧ ξένοι, βουλήσομαι καὶ ταῖνδ ἀδελφαῖν καὶ πατρὸς κυρεῖν ἐμοί. ἃ δ ἦλθον, ἤδη σοι θέλω λέξαι, πάτερ. γῆς ἐκ πατρῴας ἐξελήλαμαι φυγάς, τοῖς σοῖς πανάρχοις οὕνεκ ἐνθακεῖν θρόνοις γονῇ πεφυκὼς ἠξίουν γεραίτερος. ἀνθ ὧν μ Ἐτεοκλῆς, ὢν φύσει νεώτερος, γῆς ἐξέωσεν, οὔτε νικήσας λόγῳ οὔτ εἰς ἔλεγχον χειρὸς οὐδ ἔργου μολών, πόλιν δὲ πείσας. ὧν ἐγὼ μάλιστα μὲν τὴν σὴν ἐρινὺν αἰτίαν εἶναι λέγω. ἔπειτα κἀπὸ μάντεων ταύτῃ κλύω. ἐπεὶ γὰρ ἦλθον Ἄργος ἐς τὸ Δωρικόν, λαβὼν Ἄδραστον πενθερόν, ξυνωμότας ἔστης ἐμαυτῷ γῆς ὅσοιπερ Ἀπίας πρῶτοι καλοῦνται καὶ τετίμηνται δόρει, ὅπως τὸν ἑπτάλογχον ἐς Θήβας στόλον ξὺν τοῖσδ ἀγείρας ἢ θάνοιμι πανδίκως ἢ τοὺς τάδ ἐκπράξαντας ἐκβάλοιμι γῆς. εἰε῀ν: τί δῆτα νῦν ἀφιγμένος κυρῶ· σοὶ προστροπαίους, ὦ πάτερ, λιτὰς ἔχων αὐτός τ ἐμαυτοῦ ξυμμάχων τε τῶν ἐμῶν, οἳ νῦν σὺν ἑπτὰ τάξεσιν σὺν ἑπτά τε λόγχαις τὸ Θήβης πέδιον ἀμφεστᾶσι πᾶν: οἱο῀ς δορυσσοῦς Ἀμφιάρεως, τὰ πρῶτα μὲν δόρει κρατύνων, πρῶτα δ οἰωνῶν ὁδοῖς: ὁ δεύτερος δ Αἰτωλὸς Οἰνέως τόκος Τυδεύς. τρίτος δ Ἐτέοκλος, Ἀργεῖος γεγώς: τέταρτον Ἱππομέδοντ ἀπέστειλεν πατὴρ Ταλαός: ὁ πέμπτος δ εὔχεται κατασκαφῇ Καπανεὺς τὸ Θήβης ἄστυ δῃώσειν πυρί: ἕκτος δὲ Παρθενοπαῖος Ἀρκὰς ὄρνυται, ἐπώνυμος τῆς πρόσθεν ἀδμήτης χρόνῳ μητρὸς λοχευθείς, πιστὸς Ἀταλάντης γόνος: ἐγὼ δὲ σός, κεἰ μὴ σός, ἀλλὰ τοῦ κακοῦ πότμου φυτευθείς, σός γέ τοι καλούμενος, ἄγω τὸν Ἄργους ἄφοβον ἐς Θήβας στρατόν. οἵ ς ἀντὶ παίδων τῶνδε καὶ ψυχῆς, πάτερ, ἱκετεύομεν ξύμπαντες ἐξαιτούμενοι μῆνιν βαρεῖαν εἰκαθεῖν ὁρμωμένῳ τῷδ ἀνδρὶ τοὐμοῦ πρὸς κασιγνήτου τίσιν, ὅς μ ἐξέωσε κἀπεσύλησεν πάτρας. εἰ γάρ τι πιστόν ἐστιν ἐκ χρηστηρίων, οἷς ἂν σὺ προσθῇ, τοῖσδ ἔφασκ εἶναι κράτος. πρὸς νῦν σε κρηνῶν καὶ θεῶν ὁμογνίων αἰτῶ πιθέσθαι καὶ παρεικαθεῖν, ἐπεὶ πτωχοὶ μὲν ἡμεῖς καὶ ξένοι, ξένος δὲ σύ. ἄλλους δὲ θωπεύοντες οἰκοῦμεν σύ τε κἀγώ, τὸν αὐτὸν δαίμον ἐξειληχότες. ὁ δ ἐν δόμοις τύραννος, ὦ τάλας ἐγώ, κοινῇ καθ ἡμῶν ἐγγελῶν ἁβρύνεται: ὅν, εἰ σὺ τἠμῇ ξυμπαραστήσει φρενί, βραχεῖ σὺν ὄγκῳ καὶ χρόνῳ διασκεδῶ. ὥστ ἐν δόμοισι τοῖσι σοῖς στήσω ς ἄγων. στήσω δ ἐμαυτόν, κεῖνον ἐκβαλὼν βίᾳ. καὶ ταῦτα σοῦ μὲν ξυνθέλοντος ἔστι μοι κομπεῖν, ἄνευ σοῦ δ οὐδὲ σωθῆναι σθένω.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION