호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
πάτερ, πιθοῦ μοι, κεἰ νέα παραινέσω.? τὸν ἄνδρ ἐάσον τόνδε τῇ θ αὑτοῦ φρενὶ χάριν παρασχεῖν τῷ θεῷ θ ἃ βούλεται, καὶ νῷν ὕπεικε τὸν κασίγνητον μολεῖν. οὐ γάρ σε, θάρσει, πρὸς βίαν παρασπάσει γνώμης, ἃ μή σοι συμφέροντα λέξεται. λόγων δ ἀκοῦσαι τίς βλάβη· τά τοι κακῶς ηὑρημέν ἔργα τῷ λόγῳ μηνύεται. ἔφυσας αὐτόν: ὥστε μηδὲ δρῶντά σε τὰ τῶν κακίστων δυσσεβέστατ, ὦ πάτερ, θέμις σέ γ εἶναι κεῖνον ἀντιδρᾶν κακῶς. ἀλλ ἐάσον: εἰσὶ χἀτέροις γοναὶ κακαὶ καὶ θυμὸς ὀξύς, ἀλλὰ νουθετούμενοι φίλων ἐπῳδαῖς ἐξεπᾴδονται φύσιν. σὺ δ εἰς ἐκεῖνα, μὴ τὰ νῦν, ἀποσκόπει πατρῷα καὶ μητρῷα πήμαθ ἅπαθες: κἂν κεῖνα λεύσσῃς, οἶδ ἐγώ, γνώσει κακοῦ θυμοῦ τελευτὴν ὡς κακὴ προσγίγνεται. ἔχεις γὰρ οὐχὶ βαιὰ τἀνθυμήματα, τῶν σῶν ἀδέρκτων ὀμμάτων τητώμενος. ἀλλ ἡμὶν εἶκε: λιπαρεῖν γὰρ οὐ καλὸν δίκαια προσχρῄζουσιν, οὐδ αὐτὸν μὲν εὖ πάσχειν, παθόντα δ οὐκ ἐπίστασθαι τίνειν. τέκνον, βαρεῖαν ἡδονὴν νικᾶτέ με λέγοντες: ἔστω δ οὖν ὅπως ὑμῖν φίλον. μόνον, ξέν, εἴπερ κεῖνος ὧδ ἐλεύσεται, μηδεὶς κρατείτω τῆς ἐμῆς ψυχῆς ποτε. ἅπαξ τὰ τοιαῦτ, οὐχὶ δὶς χρῄζω κλύειν, ὦ πρέσβυ. κομπεῖν δ οὐχὶ βούλομαι: σὺ δ ὢν σῶς ἴσθ, ἐάν περ κἀμέ τις σῴζῃ θεῶν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기