- 텍스트

Sophocles, Oedipus at Colonus, episode 1:

(소포클레스, Oedipus at Colonus, episode 1:)

οὔτ εἴ τι μῆκος τῶν λόγων ἔθου πλέον, τέκνοισι τερφθεὶς τοῖσδε, θαυμάσας ἔχω, οὔτ εἰ πρὸ τοὐμοῦ προύλαβες τὰ τῶνδ ἔπη.? βάρος γὰρ ἡμᾶς οὐδὲν ἐκ τούτων ἔχει. οὐ γὰρ λόγοισι τὸν βίον σπουδάζομεν λαμπρὸν ποεῖσθαι μᾶλλον ἢ τοῖς δρωμένοις. δείκνυμι δ: ὧν γὰρ ὤμος οὐκ ἐψευσάμην οὐδέν σε, πρέσβυ: τάσδε γὰρ πάρειμ ἄγων ζώσας, ἀκραιφνεῖς τῶν κατηπειλημένων. χὤπως μὲν ἁγὼν ᾑρέθη, τί δεῖ μάτην κομπεῖν, ἅ γ εἴσει καὐτὸς ἐκ ταύταιν ξυνών· λόγος δ ὃς ἐμπέπτωκεν ἀρτίως ἐμοὶ στείχοντι δεῦρο, συμβαλοῦ γνώμην, ἐπεὶ σμικρὸς μὲν εἰπεῖν, ἄξιος δὲ θαυμάσαι: πρᾶγος δ ἀτίζειν οὐδὲν ἄνθρωπον χρεών. τί δ ἔστι, τέκνον Αἰγέως· δίδασκέ με ὡς μὴ εἰδότ αὐτὸν μηδὲν ὧν σὺ πυνθάνει. φασίν τιν ἡμῖν ἄνδρα, σοὶ μὲν ἔμπολιν οὐκ ὄντα, συγγενῆ δέ, προσπεσόντα πως βωμῷ καθῆσθαι τῷ Ποσειδῶνος, παρ ᾧ θύων ἔκυρον, ἡνίχ ὡρμώμην ἐγώ. ποδαπόν· τί προσχρῄζοντα τῷ θακήματι: οὐκ οἶδα πλὴν ἕν: σοῦ γάρ, ὡς λέγουσί μοι, βραχύν τιν αἰτεῖ μῦθον οὐκ ὄγκου πλέων. ποῖόν τιν· οὐ γὰρ ἥδ ἕδρα σμικροῦ λόγου. σοὶ φασὶν αὐτὸν ἐς λόγους ἐλθεῖν μόνον αἰτεῖν ἀπελθεῖν τ ἀσφαλῶς τῆς δεῦρ ὁδοῦ. τίς δῆτ ἂν εἰή τήνδ ὁ προσθακῶν ἕδραν· ὁρ´α κατ Ἄργος εἴ τις ὑμὶν ἐγγενὴς ἔσθ, ὅστις ἄν σου τοῦτο προσχρῄζοι τυχεῖν. ὦ φίλτατε, σχὲς οὗπερ εἶ. τί δ ἔστι σοι· μή μου δεηθῇς. πράγματος ποίου· λέγε. ἔξοιδ ἀκούων τῶνδ ὅς ἐσθ ὁ προστάτης. καὶ τίς ποτ ἐστὶν ὅν γ ἐγὼ ψέξαιμί τι· παῖς οὑμός, ὦναξ, στυγνός, οὗ λόγων ἐγὼ ἄλγιστ ἂν ἀνδρῶν ἐξανασχοίμην κλύων. τί δ· οὐκ ἀκούειν ἔστι καὶ μὴ δρᾶν ἃ μὴ χρῄζεις· τί σοι τοῦτ ἐστὶ λυπηρὸν κλύειν· ἔχθιστον, ὦναξ, φθέγμα τοῦθ ἥκει πατρί: καὶ μή μ ἀνάγκῃ προσβάλῃς τάδ εἰκαθεῖν. ἀλλ εἰ τὸ θάκημ ἐξαναγκάζει, σκόπει μή σοι πρόνοι ᾖ τοῦ θεοῦ φυλακτέα.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION