호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ποῦ ποῦ·? τί φής· πῶς εἶπας· ὦ πάτερ πάτερ, τίς ἂν θεῶν σοι τόνδ ἄριστον ἄνδρ ἰδεῖν δοίη, τὸν ἡμᾶς δεῦρο προσπέμψαντά σοι· ὦ τέκνον, ἦ πάρεστον· αἵδε γὰρ χέρες Θησέως ἔσωσαν φιλτάτων τ ὀπαόνων. προσέλθετ ὦ παῖ, πατρὶ καὶ τὸ μηδαμὰ ἐλπισθὲν ἥξειν σῶμα βαστάσαι δότε. αἰτεῖς ἃ τεύξει: σὺν πόθῳ γὰρ ἡ χάρις. ποῦ δῆτα, ποῦ στόν· αἵδ ὁμοῦ πελάζομεν. ὦ φίλτατ ἔρνη. τῷ τεκόντι πᾶν φίλον. ὦ σκῆπτρα φωτός. δυσμόρου γε δύσμορα. ἔχω τὰ φίλτατ, οὐδ ἔτ ἂν πανάθλιος θανὼν ἂν εἰήν σφῷν παρεστώσαιν ἐμοί. ἐρείσατ, ὦ παῖ, πλευρὸν ἀμφιδέξιον ἐμφύντε τῷ φύσαντι, κἀναπαύσατον τοῦ πρόσθ ἐρήμου τοῦδε δυστήνου πλάνου. καί μοι τὰ πραχθέντ εἴπαθ ὡς βράχιστ, ἐπεὶ ταῖς τηλικαῖσδε σμικρὸς ἐξαρκεῖ λόγος. ὅδ ἔσθ ὁ σώσας: τοῦδε χρὴ κλύειν, πάτερ, οὗ κἄστι τοὔργον: τοὐμὸν ὧδ ἔσται βραχύ. ὦ ξεῖνε, μὴ θαύμαζε, πρὸς τὸ λιπαρὲς τέκν εἰ φανέντ ἀέλπτα μηκύνω λόγον. ἐπίσταμαι γὰρ τήνδε τὴν ἐς τάσδε μοι τέρψιν παρ ἄλλου μηδενὸς πεφασμένην: σὺ γάρ νιν ἐξέσωσας, οὐκ ἄλλος βροτῶν. καί σοι θεοὶ πόροιεν ὡς ἐγὼ θέλω, αὐτῷ τε καὶ γῇ τῇδ, ἐπεὶ τό γ εὐσεβὲς μόνοις παρ ὑμῖν ηὑρ῀ον ἀνθρώπων ἐγὼ καὶ τοὐπιεικὲς καὶ τὸ μὴ ψευδοστομεῖν. εἰδὼς δ ἀμύνω τοῖσδε τοῖς λόγοις τάδε: ἔχω γὰρ ἅχω διὰ σὲ κοὐκ ἄλλον βροτῶν: καί μοι χέρ, ὦναξ, δεξιὰν ὄρεξον, ὡς ψαύσω φιλήσω τ, εἰ θέμις, τὸ σὸν κάρα. καίτοι τί φωνῶ· πῶς ς ἂν ἄθλιος γεγὼς θιγεῖν θελήσαιμ ἀνδρός, ᾧ τίς οὐκ ἔνι κηλὶς κακῶν ξύνοικος· οὐκ ἔγωγέ σε, οὐδ οὖν ἐάσω: τοῖς γὰρ ἐμπείροις βροτῶν μόνοις οἱό῀ν τε συνταλαιπωρεῖν τάδε. σὺ δ αὐτόθεν μοι χαῖρε καὶ τὰ λοιπά μου μέλου δικαίως, ὥσπερ ἐς τόδ ἡμέρας. οὔτ εἴ τι μῆκος τῶν λόγων ἔθου πλέον, τέκνοισι τερφθεὶς τοῖσδε, θαυμάσας ἔχω, οὔτ εἰ πρὸ τοὐμοῦ προύλαβες τὰ τῶνδ ἔπη. βάρος γὰρ ἡμᾶς οὐδὲν ἐκ τούτων ἔχει. οὐ γὰρ λόγοισι τὸν βίον σπουδάζομεν λαμπρὸν ποεῖσθαι μᾶλλον ἢ τοῖς δρωμένοις. δείκνυμι δ: ὧν γὰρ ὤμος οὐκ ἐψευσάμην οὐδέν σε, πρέσβυ: τάσδε γὰρ πάρειμ ἄγων ζώσας, ἀκραιφνεῖς τῶν κατηπειλημένων. χὤπως μὲν ἁγὼν ᾑρέθη, τί δεῖ μάτην κομπεῖν, ἅ γ εἴσει καὐτὸς ἐκ ταύταιν ξυνών· λόγος δ ὃς ἐμπέπτωκεν ἀρτίως ἐμοὶ στείχοντι δεῦρο, συμβαλοῦ γνώμην, ἐπεὶ σμικρὸς μὲν εἰπεῖν, ἄξιος δὲ θαυμάσαι: πρᾶγος δ ἀτίζειν οὐδὲν ἄνθρωπον χρεών. τί δ ἔστι, τέκνον Αἰγέως· δίδασκέ με ὡς μὴ εἰδότ αὐτὸν μηδὲν ὧν σὺ πυνθάνει. φασίν τιν ἡμῖν ἄνδρα, σοὶ μὲν ἔμπολιν οὐκ ὄντα, συγγενῆ δέ, προσπεσόντα πως βωμῷ καθῆσθαι τῷ Ποσειδῶνος, παρ ᾧ θύων ἔκυρον, ἡνίχ ὡρμώμην ἐγώ. ποδαπόν· τί προσχρῄζοντα τῷ θακήματι: οὐκ οἶδα πλὴν ἕν: σοῦ γάρ, ὡς λέγουσί μοι, βραχύν τιν αἰτεῖ μῦθον οὐκ ὄγκου πλέων. ποῖόν τιν· οὐ γὰρ ἥδ ἕδρα σμικροῦ λόγου. σοὶ φασὶν αὐτὸν ἐς λόγους ἐλθεῖν μόνον αἰτεῖν ἀπελθεῖν τ ἀσφαλῶς τῆς δεῦρ ὁδοῦ. τίς δῆτ ἂν εἰή τήνδ ὁ προσθακῶν ἕδραν· ὁρ´α κατ Ἄργος εἴ τις ὑμὶν ἐγγενὴς ἔσθ, ὅστις ἄν σου τοῦτο προσχρῄζοι τυχεῖν. ὦ φίλτατε, σχὲς οὗπερ εἶ. τί δ ἔστι σοι· μή μου δεηθῇς. πράγματος ποίου· λέγε. ἔξοιδ ἀκούων τῶνδ ὅς ἐσθ ὁ προστάτης. καὶ τίς ποτ ἐστὶν ὅν γ ἐγὼ ψέξαιμί τι· παῖς οὑμός, ὦναξ, στυγνός, οὗ λόγων ἐγὼ ἄλγιστ ἂν ἀνδρῶν ἐξανασχοίμην κλύων. τί δ· οὐκ ἀκούειν ἔστι καὶ μὴ δρᾶν ἃ μὴ χρῄζεις· τί σοι τοῦτ ἐστὶ λυπηρὸν κλύειν· ἔχθιστον, ὦναξ, φθέγμα τοῦθ ἥκει πατρί: καὶ μή μ ἀνάγκῃ προσβάλῃς τάδ εἰκαθεῖν. ἀλλ εἰ τὸ θάκημ ἐξαναγκάζει, σκόπει μή σοι πρόνοι ᾖ τοῦ θεοῦ φυλακτέα. πάτερ, πιθοῦ μοι, κεἰ νέα παραινέσω.
τὸν ἄνδρ ἐάσον τόνδε τῇ θ αὑτοῦ φρενὶ χάριν παρασχεῖν τῷ θεῷ θ ἃ βούλεται, καὶ νῷν ὕπεικε τὸν κασίγνητον μολεῖν. οὐ γάρ σε, θάρσει, πρὸς βίαν παρασπάσει γνώμης, ἃ μή σοι συμφέροντα λέξεται. λόγων δ ἀκοῦσαι τίς βλάβη· τά τοι κακῶς ηὑρημέν ἔργα τῷ λόγῳ μηνύεται. ἔφυσας αὐτόν: ὥστε μηδὲ δρῶντά σε τὰ τῶν κακίστων δυσσεβέστατ, ὦ πάτερ, θέμις σέ γ εἶναι κεῖνον ἀντιδρᾶν κακῶς. ἀλλ ἐάσον: εἰσὶ χἀτέροις γοναὶ κακαὶ καὶ θυμὸς ὀξύς, ἀλλὰ νουθετούμενοι φίλων ἐπῳδαῖς ἐξεπᾴδονται φύσιν. σὺ δ εἰς ἐκεῖνα, μὴ τὰ νῦν, ἀποσκόπει πατρῷα καὶ μητρῷα πήμαθ ἅπαθες: κἂν κεῖνα λεύσσῃς, οἶδ ἐγώ, γνώσει κακοῦ θυμοῦ τελευτὴν ὡς κακὴ προσγίγνεται. ἔχεις γὰρ οὐχὶ βαιὰ τἀνθυμήματα, τῶν σῶν ἀδέρκτων ὀμμάτων τητώμενος. ἀλλ ἡμὶν εἶκε: λιπαρεῖν γὰρ οὐ καλὸν δίκαια προσχρῄζουσιν, οὐδ αὐτὸν μὲν εὖ πάσχειν, παθόντα δ οὐκ ἐπίστασθαι τίνειν. τέκνον, βαρεῖαν ἡδονὴν νικᾶτέ με λέγοντες: ἔστω δ οὖν ὅπως ὑμῖν φίλον. μόνον, ξέν, εἴπερ κεῖνος ὧδ ἐλεύσεται, μηδεὶς κρατείτω τῆς ἐμῆς ψυχῆς ποτε. ἅπαξ τὰ τοιαῦτ, οὐχὶ δὶς χρῄζω κλύειν, ὦ πρέσβυ. κομπεῖν δ οὐχὶ βούλομαι: σὺ δ ὢν σῶς ἴσθ, ἐάν περ κἀμέ τις σῴζῃ θεῶν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기