- 텍스트

Sophocles, Oedipus at Colonus, episode 6:

(소포클레스, Oedipus at Colonus, episode 6:)

ὦ λῆμ ἀναιδές, τοῦ καθυβρίζειν δοκεῖς, πότερον ἐμοῦ γέροντος ἢ σαυτοῦ, τόδε·? ὅστις φόνους μοι καὶ γάμους καὶ συμφορὰς τοῦ σοῦ διῆκας στόματος, ἃς ἐγὼ τάλας ἤνεγκον ἄκων: θεοῖς γὰρ ἦν οὕτω φίλον, τάχ ἄν τι μηνίουσιν εἰς γένος πάλαι. ἐπεὶ καθ αὑτόν γ οὐκ ἂν ἐξεύροις ἐμοὶ ἁμαρτίας ὄνειδος οὐδέν, ἀνθ ὅτου τάδ εἰς ἐμαυτὸν τοὺς ἐμούς θ ἡμάρτανον. ἐπεὶ δίδαξον, εἴ τι θέσφατον πατρὶ χρησμοῖσιν ἱκνεῖθ ὥστε πρὸς παίδων θανεῖν, πῶς ἂν δικαίως τοῦτ ὀνειδίζοις ἐμοί, ὃς οὔτε βλάστας πω γενεθλίους πατρός, οὐ μητρὸς εἶχον, ἀλλ ἀγέννητος τότ ἦ· εἰ δ αὖ φανεὶς δύστηνος, ὡς ἐγὼ φάνην, ἐς χεῖρας ἦλθον πατρὶ καὶ κατέκτανον, μηδὲν ξυνιεὶς ὧν ἔδρων εἰς οὕς τ ἔδρων, πῶς ἂν τό γ ἆκον πρᾶγμ ἂν εἰκότως ψέγοις· μητρὸς δέ, τλῆμον, οὐκ ἐπαισχύνει γάμους οὔσης ὁμαίμου σῆς μ ἀναγκάζων λέγειν, οἱούς ἐρῶ τάχ: οὐ γὰρ οὖν σιγήσομαι, σοῦ γ εἰς τόδ ἐξελθόντος ἀνόσιον στόμα. ἔτικτε γάρ μ ἔτικτεν, ὤμοι μοι κακῶν, οὐκ εἰδότ οὐκ εἰδυῖα, καὶ τεκοῦσά με, αὑτῆς ὄνειδος παῖδας ἐξέφυσέ μοι. ἀλλ ἓν γὰρ οὖν ἔξοιδα, σὲ μὲν ἑκόντ ἐμὲ κείνην τε ταῦτα δυσστομεῖν: ἐγὼ δέ νιν ἄκων ἔγημα φθέγγομαί τ ἄκων τάδε. ἀλλ οὐ γὰρ οὔτ ἐν τοῖσδ ἁλώσομαι κακὸς γάμοισιν οὔθ οὓς αἰὲν ἐμφορεῖς σύ μοι φόνους πατρῴους ἐξονειδίζων πικρῶς. ἓν γάρ μ ἄμειψαι μοῦνον ὧν ς ἀνιστορῶ. εἴ τις σὲ τὸν δίκαιον αὐτίκ ἐνθάδε κτείνοι παραστάς, πότερα πυνθάνοι ἂν εἰ πατήρ ς ὁ καίνων ἢ τίνοι ἂν εὐθέως· δοκῶ μέν, εἴπερ ζῆν φιλεῖς, τὸν αἴτιον τίνοι ἂν οὐδὲ τοὔνδικον περιβλέποις. τοιαῦτα μέντοι καὐτὸς εἰσέβην κακά, θεῶν ἀγόντων: οἷς ἐγὼ οὐδὲ τὴν πατρὸς ψυχὴν ἂν οἶμαι ζῶσαν ἀντειπεῖν ἐμοί. σὺ δ, εἶ γὰρ οὐ δίκαιος, ἀλλ ἅπαν καλὸν λέγειν νομίζων ῥητὸν ἄρρητόν τ ἔπος, τοιαῦτ ὀνειδίζεις με τῶνδ ἐναντίον. καί σοι τὸ Θησέως ὄνομα θωπεῦσαι καλόν, καὶ τὰς Ἀθήνας, ὡς κατῴκηνται καλῶς: κᾆθ ὧδ ἐπαινῶν πολλὰ τοῦδ ἐκλανθάνει, ὁθούνεκ εἴ τις γῆ θεοὺς ἐπίσταται τιμαῖς σεβίζειν, ἥδε τοῦθ ὑπερφέρει: ἀφ ἧς σὺ κλέψας τὸν ἱκέτην γέροντ ἐμὲ αὐτόν τ ἐχειροῦ τὰς κόρας τ οἴχει λαβών. ἀνθ ὧν ἐγὼ νῦν τάσδε τὰς θεὰς ἐμοὶ καλῶν ἱκνοῦμαι καὶ κατασκήπτω λιταῖς ἐλθεῖν ἀρωγοὺς ξυμμάχους θ, ἵν ἐκμάθῃς οἱών ὑπ ἀνδρῶν ἥδε φρουρεῖται πόλις.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION