- 텍스트

Sophocles, Oedipus at Colonus, episode 3:

(소포클레스, Oedipus at Colonus, episode 3:)

οὔκουν ποτ ἐκ τούτοιν γε μὴ σκήπτροιν ἔτι ὁδοιπορήσῃς:? ἀλλ ἐπεὶ νικᾶν θέλεις πατρίδα τε τὴν σὴν καὶ φίλους, ὑφ ὧν ἐγὼ ταχθεὶς τάδ ἔρδω, καὶ τύραννος ὢν ὅμως, νίκα. χρόνῳ γάρ, οἶδ ἐγώ, γνώσει τάδε, ὁθούνεκ αὐτὸς αὑτὸν οὔτε νῦν καλὰ δρᾷς οὔτε πρόσθεν εἰργάσω βίᾳ φίλων, ὀργῇ χάριν δούς, ἥ ς ἀεὶ λυμαίνεται. ἐπίσχες αὐτοῦ, ξεῖνε. μὴ ψαύειν λέγω. οὔτοι ς ἀφήσω, τῶνδέ γ ἐστερημένος. καὶ μεῖζον ἆρα ῥύσιον πόλει τάχα θήσεις: ἐφάψομαι γὰρ οὐ ταύταιν μόναιν. ἀλλ ἐς τί τρέψει· τόνδ ἀπάξομαι λαβών. δεινὸν λέγοις ἄν. τοῦτο νῦν πεπράξεται. ἢν μή ς ὁ κραίνων τῆσδε γῆς ἀπειργάθῃ. ὦ φθέγμ ἀναιδές, ἦ σὺ γὰρ ψαύσεις ἐμοῦ· αὐδῶ σιωπᾶν. μὴ γὰρ αἵδε δαίμονες θεῖέν μ ἄφωνον τῆσδε τῆς ἀρᾶς ἔτι, ὅς μ, ὦ κάκιστε, ψιλὸν ὄμμ ἀποσπάσας πρὸς ὄμμασιν τοῖς πρόσθεν ἐξοίχει βίᾳ. τοιγὰρ σέ τ αὐτὸν καὶ γένος τὸ σὸν θεῶν ὁ πάντα λεύσσων Ἥλιος δοίη βίον τοιοῦτον οἱο῀ν κἀμὲ γηρᾶναί ποτε. ὁρᾶτε ταῦτα, τῆσδε γῆς ἐγχώριοι· ὁρῶσι κἀμὲ καὶ σέ, καὶ φρονοῦς ὅτι ἔργοις πεπονθὼς ῥήμασίν ς ἀμύνομαι. οὔτοι καθέξω θυμόν, ἀλλ ἄξω βίᾳ κεἰ μοῦνός εἰμι τόνδε καὶ χρόνῳ βραδύς. ἰὼ τάλας. ὅσον λῆμ ἔχων ἀφίκου, ξέν, εἰ τάδε δοκεῖς τελεῖν. δοκῶ. τάνδ ἄρ οὐκέτι νεμῶ πόλιν. τοῖς τοι δικαίοις χὠ βραχὺς νικᾷ μέγαν. ἀκούεθ οἱᾶ φθέγγεται· τά γ οὐ τελεῖ. ἴστω μέγας Ζεύς. Ζεύς γ ἂν εἰδείη, σὺ δ οὔ. ἆρ οὐχ ὕβρις τάδ· ὕβρις, ἀλλ ἀνεκτέα. ἰὼ πᾶς λεώς, ἰὼ γᾶς πρόμοι, μόλετε σὺν τάχει, μόλετ, ἐπεὶ πέραν περῶς οἵδε δή. τίς ποθ ἡ βοή· τί τοὔργον· ἐκ τίνος φόβου ποτὲ βουθυτοῦντά μ ἀμφὶ βωμὸν ἔσχετ ἐναλίῳ θεῷ τοῦδ ἐπιστάτῃ Κολωνοῦ· λέξαθ, ὡς εἰδῶ τὸ πᾶν, οὗ χάριν δεῦρ ᾖξα θᾶσσον ἢ καθ ἡδονὴν ποδός. ὦ φίλτατ, ἔγνων γὰρ τὸ προσφώνημά σου, πέπονθα δεινὰ τοῦδ ὑπ ἀνδρὸς ἀρτίως. τὰ ποῖα ταῦτα, τίς δ ὁ πημήνας· λέγε. Κρέων ὅδ, ὃν δέδορκας, οἴχεται τέκνων ἀποσπάσας μου τὴν μόνην ξυνωρίδα. πῶς εἶπας· οἱά῀ περ πέπονθ ἀκήκοας.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION