호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
πότερα νομίζεις δυστυχεῖν ἔμ ἐς τὰ σά, ἤ ς εἰς τὰ σαυτοῦ μᾶλλον, ἐς τῷ νῦν λόγῳ·? ἐμοὶ μέν ἐσθ ἥδιστον, εἰ σὺ μήτ ἐμὲ πείθειν οἱό῀ς τ εἶ μήτε τούσδε τοὺς πέλας. ὦ δύσμορ, οὐδὲ τῷ χρόνῳ φύσας φανεῖ φρένας ποτ ἀλλὰ λῦμα τῷ γήρᾳ τρέφει· γλώσσῃ σὺ δεινός: ἄνδρα δ οὐδέν οἶδ ἐγὼ δίκαιον ὅστις ἐξ ἅπαντος εὖ λέγει. χωρὶς τό τ εἰπεῖν πολλὰ καὶ τὰ καίρια. ὡς δὴ σὺ βραχέα, ταῦτα δ ἐν καιρῷ λέγεις. οὐ δῆθ ὅτῳ γε νοῦς ἴσος καὶ σοὶ πάρα. ἄπελθ, ἐρῶ γὰρ καὶ πρὸ τῶνδε, μηδέ με φύλασς ἐφορμῶν ἔνθα χρὴ ναίειν ἐμέ. μαρτύρομαι τούσδ, οὐ σέ: πρὸς δὲ τοὺς φίλους οἷ ἀνταμείβει ῥήματ, ἤν ς ἕλω ποτέ τίς δ ἄν με τῶνδε συμμάχων ἕλοι βίᾳ· ἦ μὴν σὺ κἄνευ τοῦδε λυπηθεὶς ἔσει. ποίῳ σὺν ἔργῳ τοῦτ ἀπειλήσας ἔχεις· παίδοιν δυοῖν σοι τὴν μὲν ἀρτίως ἐγὼ ξυναρπάσας ἔπεμψα, τὴν δ ἄξω τάχα. οἴμοι. τάχ ἕξεις μᾶλλον οἰμώζειν τάδε. τὴν παῖδ ἔχεις μου· τήνδε τ οὐ μακροῦ χρόνου. ἰὼ ξένοι, τί δράσετ· ἦ προδώσετε, κοὐκ ἐξελᾶτε τὸν ἀσεβῆ τῆσδε χθονός· χώρει, ξέν, ἔξω θᾶσσον. οὔτε γὰρ τὰ νῦν δίκαια πράσσεις οὔθ ἃ πρόσθεν εἴργασαι. ὑμῖν ἂν εἰή τήνδε καιρὸς ἐξάγειν ἄκουσαν, εἰ θέλουσα μὴ πορεύεται. οἴμοι τάλαινα, ποῖ φύγω· ποίαν λάβω θεῶν ἄρηξιν ἢ βροτῶν· τί δρᾷς, ξένε· οὐχ ἅψομαι τοῦδ ἀνδρός, ἀλλὰ τῆς ἐμῆς. ὦ γῆς ἄνακτες. ὦ ξέν, οὐ δίκαια δρᾷς. δίκαια. πῶς δίκαια· τοὺς ἐμοὺς ἄγω. ἰὼ πόλις. τί δρᾷς, ὦ ξέν· οὐκ ἀφήσεις· τάχ εἰς βάσανον εἶ χερῶν. εἴργου. σοῦ μὲν οὔ, τάδε γε μωμένου. πόλει μαχεῖ γάρ, εἴ τι πημανεῖς ἐμέ. οὐκ ἠγόρευον ταῦτ ἐγώ· μέθες χεροῖν τὴν παῖδα θᾶσσον. μὴ πίτασς ἃ μὴ κρατεῖς. χαλᾶν λέγω σοι. σοὶ δ ἔγωγ ὁδοιπορεῖν. πρόβαθ ὧδε, βᾶτε βᾶτ, ἔντοποι: πόλις ἐναίρεται, πόλις ἐμά, σθένει: πρόβαθ ὧδέ μοι. ἀφέλκομαι δύστηνος, ὦ ξένοι ξένοι. ποῦ, τέκνον, εἴ μοι· πρὸς βίαν πορεύομαι. ὄρεξον, ὦ παῖ, χεῖρας. ἀλλ οὐδὲν σθένω. οὐκ ἄξεθ ὑμεῖς· ὦ τάλας ἐγώ, τάλας.?
이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기