- 텍스트

Sophocles, Oedipus at Colonus, episode 1:

(소포클레스, Oedipus at Colonus, episode 1:)

ὦ πάντα τολμῶν κἀπὸ παντὸς ἂν φέρων λόγου δικαίου μηχάνημα ποικίλον, τί ταῦτα πειρᾷ κἀμὲ δεύτερον θέλεις ἑλεῖν ἐν οἷς μάλιστ ἂν ἀλγοίην ἁλούς·? πρόσθεν τε γάρ με τοῖσιν οἰκείοις κακοῖς νοσοῦνθ, ὅτ ἦν μοι τέρψις ἐκπεσεῖν χθονός, οὐκ ἤθελες θέλοντι προσθέσθαι χάριν: ἀλλ ἡνίκ ἤδη μεστὸς ἦ θυμούμενος καὶ τοὐν δόμοισιν ἦν διαιτᾶσθαι γλυκύ, τότ ἐξεώθεις κἀξέβαλλες, οὐδέ σοι τὸ συγγενὲς τοῦτ οὐδαμῶς τότ ἦν φίλον: νῦν τ αὖθις ἡνίκ εἰσορᾷς πόλιν τέ μοι ξυνοῦσαν εὔνουν τήνδε καὶ γένος τὸ πᾶν, πειρᾷ μετασπᾶν, σκληρὰ μαλθακῶς λέγων. καίτοι τίς αὕτη τέρψις ἄκοντας φιλεῖν· ὥσπερ τις εἴ σοι λιπαροῦντι μὲν τυχεῖν μηδὲν διδοίη μηδ ἐπαρκέσαι θέλοι, πλήρη δ ἔχοντι θυμὸν ὧν χρῄζοις, τότε δωροῖθ, ὅτ οὐδὲν ἡ χάρις χάριν φέροι: ἆρ ἂν ματαίου τῆσδ ἂν ἡδονῆς τύχοις· τοιαῦτα μέντοι καὶ σὺ προσφέρεις ἐμοί, λόγῳ μὲν ἐσθλά. τοῖσι δ ἔργοισιν κακά. φράσω δὲ καὶ τοῖσδ, ὥς σε δηλώσω κακόν. ἥκεις ἔμ ἄξων, οὐχ ἵν ἐς δόμους ἄγῃς, ἀλλ ὡς πάραυλον οἰκίσῃς, πόλις δέ σοι κακῶν ἄνατος τῆσδ ἀπαλλαχθῇ χθονός. οὐκ ἔστι σοι ταῦτ, ἀλλά σοι τάδ ἔστ, ἐκεῖ χώρας ἀλάστωρ οὑμὸς ἐνναίων ἀεί: ἔστιν δὲ παισὶ τοῖς ἐμοῖσι τῆς ἐμῆς χθονὸς λαχεῖν τοσοῦτον, ἐνθανεῖν μόνον. ἆρ οὐκ ἄμεινον ἢ σὺ τἀν Θήβαις φρονῶ· πολλῷ γ, ὅσῳπερ κἀκ σαφεστέρων κλύω, Φοίβου τε καὐτοῦ Ζηνός, ὃς κείνου πατήρ. τὸ σὸν δ ἀφῖκται δεῦρ ὑπόβλητον στόμα, πολλὴν ἔχον στόμωσιν: ἐν δὲ τῷ λέγειν κάκ ἂν λάβοις τὰ πλείον ἢ σωτήρια. ἀλλ οἶδα γάρ σε ταῦτα μὴ τείθων, ἴθι: ἡμᾶς δ ἐά ζῆν ἐνθάδ: οὐ γὰρ ἂν κακῶς οὐδ ὧδ ἔχοντες ζῷμεν, εἰ τερποίμεθα.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION