호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὦ πλεῖστ ἐπαίνοις εὐλογούμενον πέδον, νῦν σὸν τὰ λαμπρὰ ταῦτα δὴ φαίνειν ἔπη.? τί δ ἔστιν, ὦ παῖ, καινόν· ἆσσον ἔρχεται Κρέων ὅδ ἡμῖν οὐκ ἄνευ πομπῶν, πάτερ. ὦ φίλτατοι γέροντες, ἐξ ὑμῶν ἐμοὶ φαίνοιτ ἂν ἤδη τέρμα τῆς σωτηρίας. θάρσει, παρέσται: καὶ γὰρ εἰ γέρων ἐγώ, τὸ τῆσδε χώρας οὐ γεγήρακεν σθένος. ἄνδρες χθονὸς τῆσδ εὐγενεῖς οἰκήτορες, ὁρῶ τιν ὑμᾶς ὀμμάτων εἰληφότας φόβον νεώρη τῆς ἐμῆς ἐπεισόδου, ὃν μήτ ὀκνεῖτε μήτ ἀφῆτ ἔπος κακόν. ἥκω γὰρ οὐχ ὡς δρᾶν τι βουληθείς, ἐπεὶ γέρων μέν εἰμι, πρὸς πόλιν δ ἐπίσταμαι σθένουσαν ἥκων, εἴ τιν Ἑλλάδος, μέγα. ἀλλ ἄνδρα τόνδε τηλικόσδ ἀπεστάλην πείσων ἕπεσθαι πρὸς τὸ Καδμείων πέδον, οὐκ ἐξ ἑνὸς στείλαντος, ἀλλ ἀνδρῶν ὑπὸ πάντων κελευσθείς, οὕνεχ ἧκέ μοι γένει τὰ τοῦδε πενθεῖν πήματ εἰς πλεῖστον πόλεως. ἀλλ ὦ ταλαίπωρ Οἰδίπους, κλύων ἐμοῦ ἱκοῦ πρὸς οἴκους. πᾶς σε Καδμείων λεὼς καλεῖ δικαίως, ἐκ δὲ τῶν μάλιστ ἐγώ, ὅσῳπερ, εἰ μὴ πλεῖστον ἀνθρώπων ἔφυν κάκιστος, ἀλγῶ τοῖσι σοῖς κακοῖς, γέρον, ὁρῶν σε τὸν δύστηνον ὄντα μὲν ξένον, ἀεὶ δ ἀλήτην κἀπὶ προσπόλου μιᾶς βιοστερῆ χωροῦντα: τὴν ἐγὼ τάλας οὐκ ἄν ποτ ἐς τοσοῦτον αἰκίας πεσεῖν ἔδοξ, ὅσον πέπτωκεν ἥδε δύσμορος, ἀεί σε κηδεύουσα καὶ τὸ σὸν κάρα πτωχῷ διαίτῃ, τηλικοῦτος, οὐ γάμων ἔμπειρος, ἀλλὰ τοὐπιόντος ἁρπάσαι. ἆρ ἄθλιον τοὔνειδος, ὦ τάλας ἐγώ, ὠνείδις εἰς σὲ κἀμὲ καὶ τὸ πᾶν γένος· ἀλλ οὐ γὰρ ἔστι τἀμφανῆ κρύπτειν, σύ νιν πρὸς θεῶν πατρῴων, Οἰδίπους, πεισθεὶς ἐμοὶ κρύψον, θελήσας ἄστυ καὶ δόμους μολεῖν τοὺς σοὺς πατρῴους, τήνδε τὴν πόλιν φίλως εἰπών: ἐπαξία γάρ: ἡ δ οἴκοι πλέον δίκῃ σέβοιτ ἄν, οὖσα σὴ πάλαι τροφός. ὦ πάντα τολμῶν κἀπὸ παντὸς ἂν φέρων λόγου δικαίου μηχάνημα ποικίλον, τί ταῦτα πειρᾷ κἀμὲ δεύτερον θέλεις ἑλεῖν ἐν οἷς μάλιστ ἂν ἀλγοίην ἁλούς· πρόσθεν τε γάρ με τοῖσιν οἰκείοις κακοῖς νοσοῦνθ, ὅτ ἦν μοι τέρψις ἐκπεσεῖν χθονός, οὐκ ἤθελες θέλοντι προσθέσθαι χάριν: ἀλλ ἡνίκ ἤδη μεστὸς ἦ θυμούμενος καὶ τοὐν δόμοισιν ἦν διαιτᾶσθαι γλυκύ, τότ ἐξεώθεις κἀξέβαλλες, οὐδέ σοι τὸ συγγενὲς τοῦτ οὐδαμῶς τότ ἦν φίλον: νῦν τ αὖθις ἡνίκ εἰσορᾷς πόλιν τέ μοι ξυνοῦσαν εὔνουν τήνδε καὶ γένος τὸ πᾶν, πειρᾷ μετασπᾶν, σκληρὰ μαλθακῶς λέγων. καίτοι τίς αὕτη τέρψις ἄκοντας φιλεῖν· ὥσπερ τις εἴ σοι λιπαροῦντι μὲν τυχεῖν μηδὲν διδοίη μηδ ἐπαρκέσαι θέλοι, πλήρη δ ἔχοντι θυμὸν ὧν χρῄζοις, τότε δωροῖθ, ὅτ οὐδὲν ἡ χάρις χάριν φέροι: ἆρ ἂν ματαίου τῆσδ ἂν ἡδονῆς τύχοις· τοιαῦτα μέντοι καὶ σὺ προσφέρεις ἐμοί, λόγῳ μὲν ἐσθλά. τοῖσι δ ἔργοισιν κακά. φράσω δὲ καὶ τοῖσδ, ὥς σε δηλώσω κακόν. ἥκεις ἔμ ἄξων, οὐχ ἵν ἐς δόμους ἄγῃς, ἀλλ ὡς πάραυλον οἰκίσῃς, πόλις δέ σοι κακῶν ἄνατος τῆσδ ἀπαλλαχθῇ χθονός. οὐκ ἔστι σοι ταῦτ, ἀλλά σοι τάδ ἔστ, ἐκεῖ χώρας ἀλάστωρ οὑμὸς ἐνναίων ἀεί: ἔστιν δὲ παισὶ τοῖς ἐμοῖσι τῆς ἐμῆς χθονὸς λαχεῖν τοσοῦτον, ἐνθανεῖν μόνον. ἆρ οὐκ ἄμεινον ἢ σὺ τἀν Θήβαις φρονῶ· πολλῷ γ, ὅσῳπερ κἀκ σαφεστέρων κλύω, Φοίβου τε καὐτοῦ Ζηνός, ὃς κείνου πατήρ. τὸ σὸν δ ἀφῖκται δεῦρ ὑπόβλητον στόμα, πολλὴν ἔχον στόμωσιν: ἐν δὲ τῷ λέγειν κάκ ἂν λάβοις τὰ πλείον ἢ σωτήρια. ἀλλ οἶδα γάρ σε ταῦτα μὴ τείθων, ἴθι: ἡμᾶς δ ἐά ζῆν ἐνθάδ: οὐ γὰρ ἂν κακῶς οὐδ ὧδ ἔχοντες ζῷμεν, εἰ τερποίμεθα. πότερα νομίζεις δυστυχεῖν ἔμ ἐς τὰ σά, ἤ ς εἰς τὰ σαυτοῦ μᾶλλον, ἐς τῷ νῦν λόγῳ·
ἐμοὶ μέν ἐσθ ἥδιστον, εἰ σὺ μήτ ἐμὲ πείθειν οἱό῀ς τ εἶ μήτε τούσδε τοὺς πέλας. ὦ δύσμορ, οὐδὲ τῷ χρόνῳ φύσας φανεῖ φρένας ποτ ἀλλὰ λῦμα τῷ γήρᾳ τρέφει· γλώσσῃ σὺ δεινός: ἄνδρα δ οὐδέν οἶδ ἐγὼ δίκαιον ὅστις ἐξ ἅπαντος εὖ λέγει. χωρὶς τό τ εἰπεῖν πολλὰ καὶ τὰ καίρια. ὡς δὴ σὺ βραχέα, ταῦτα δ ἐν καιρῷ λέγεις. οὐ δῆθ ὅτῳ γε νοῦς ἴσος καὶ σοὶ πάρα. ἄπελθ, ἐρῶ γὰρ καὶ πρὸ τῶνδε, μηδέ με φύλασς ἐφορμῶν ἔνθα χρὴ ναίειν ἐμέ. μαρτύρομαι τούσδ, οὐ σέ: πρὸς δὲ τοὺς φίλους οἷ ἀνταμείβει ῥήματ, ἤν ς ἕλω ποτέ τίς δ ἄν με τῶνδε συμμάχων ἕλοι βίᾳ· ἦ μὴν σὺ κἄνευ τοῦδε λυπηθεὶς ἔσει. ποίῳ σὺν ἔργῳ τοῦτ ἀπειλήσας ἔχεις· παίδοιν δυοῖν σοι τὴν μὲν ἀρτίως ἐγὼ ξυναρπάσας ἔπεμψα, τὴν δ ἄξω τάχα. οἴμοι. τάχ ἕξεις μᾶλλον οἰμώζειν τάδε. τὴν παῖδ ἔχεις μου· τήνδε τ οὐ μακροῦ χρόνου. ἰὼ ξένοι, τί δράσετ· ἦ προδώσετε, κοὐκ ἐξελᾶτε τὸν ἀσεβῆ τῆσδε χθονός· χώρει, ξέν, ἔξω θᾶσσον. οὔτε γὰρ τὰ νῦν δίκαια πράσσεις οὔθ ἃ πρόσθεν εἴργασαι. ὑμῖν ἂν εἰή τήνδε καιρὸς ἐξάγειν ἄκουσαν, εἰ θέλουσα μὴ πορεύεται. οἴμοι τάλαινα, ποῖ φύγω· ποίαν λάβω θεῶν ἄρηξιν ἢ βροτῶν· τί δρᾷς, ξένε· οὐχ ἅψομαι τοῦδ ἀνδρός, ἀλλὰ τῆς ἐμῆς. ὦ γῆς ἄνακτες. ὦ ξέν, οὐ δίκαια δρᾷς. δίκαια. πῶς δίκαια· τοὺς ἐμοὺς ἄγω. ἰὼ πόλις. τί δρᾷς, ὦ ξέν· οὐκ ἀφήσεις· τάχ εἰς βάσανον εἶ χερῶν. εἴργου. σοῦ μὲν οὔ, τάδε γε μωμένου. πόλει μαχεῖ γάρ, εἴ τι πημανεῖς ἐμέ. οὐκ ἠγόρευον ταῦτ ἐγώ· μέθες χεροῖν τὴν παῖδα θᾶσσον. μὴ πίτασς ἃ μὴ κρατεῖς. χαλᾶν λέγω σοι. σοὶ δ ἔγωγ ὁδοιπορεῖν. πρόβαθ ὧδε, βᾶτε βᾶτ, ἔντοποι: πόλις ἐναίρεται, πόλις ἐμά, σθένει: πρόβαθ ὧδέ μοι. ἀφέλκομαι δύστηνος, ὦ ξένοι ξένοι. ποῦ, τέκνον, εἴ μοι· πρὸς βίαν πορεύομαι. ὄρεξον, ὦ παῖ, χεῖρας. ἀλλ οὐδὲν σθένω. οὐκ ἄξεθ ὑμεῖς· ὦ τάλας ἐγώ, τάλας. οὔκουν ποτ ἐκ τούτοιν γε μὴ σκήπτροιν ἔτι ὁδοιπορήσῃς:
ἀλλ ἐπεὶ νικᾶν θέλεις πατρίδα τε τὴν σὴν καὶ φίλους, ὑφ ὧν ἐγὼ ταχθεὶς τάδ ἔρδω, καὶ τύραννος ὢν ὅμως, νίκα. χρόνῳ γάρ, οἶδ ἐγώ, γνώσει τάδε, ὁθούνεκ αὐτὸς αὑτὸν οὔτε νῦν καλὰ δρᾷς οὔτε πρόσθεν εἰργάσω βίᾳ φίλων, ὀργῇ χάριν δούς, ἥ ς ἀεὶ λυμαίνεται. ἐπίσχες αὐτοῦ, ξεῖνε. μὴ ψαύειν λέγω. οὔτοι ς ἀφήσω, τῶνδέ γ ἐστερημένος. καὶ μεῖζον ἆρα ῥύσιον πόλει τάχα θήσεις: ἐφάψομαι γὰρ οὐ ταύταιν μόναιν. ἀλλ ἐς τί τρέψει· τόνδ ἀπάξομαι λαβών. δεινὸν λέγοις ἄν. τοῦτο νῦν πεπράξεται. ἢν μή ς ὁ κραίνων τῆσδε γῆς ἀπειργάθῃ. ὦ φθέγμ ἀναιδές, ἦ σὺ γὰρ ψαύσεις ἐμοῦ· αὐδῶ σιωπᾶν. μὴ γὰρ αἵδε δαίμονες θεῖέν μ ἄφωνον τῆσδε τῆς ἀρᾶς ἔτι, ὅς μ, ὦ κάκιστε, ψιλὸν ὄμμ ἀποσπάσας πρὸς ὄμμασιν τοῖς πρόσθεν ἐξοίχει βίᾳ. τοιγὰρ σέ τ αὐτὸν καὶ γένος τὸ σὸν θεῶν ὁ πάντα λεύσσων Ἥλιος δοίη βίον τοιοῦτον οἱο῀ν κἀμὲ γηρᾶναί ποτε. ὁρᾶτε ταῦτα, τῆσδε γῆς ἐγχώριοι· ὁρῶσι κἀμὲ καὶ σέ, καὶ φρονοῦς ὅτι ἔργοις πεπονθὼς ῥήμασίν ς ἀμύνομαι. οὔτοι καθέξω θυμόν, ἀλλ ἄξω βίᾳ κεἰ μοῦνός εἰμι τόνδε καὶ χρόνῳ βραδύς. ἰὼ τάλας. ὅσον λῆμ ἔχων ἀφίκου, ξέν, εἰ τάδε δοκεῖς τελεῖν. δοκῶ. τάνδ ἄρ οὐκέτι νεμῶ πόλιν. τοῖς τοι δικαίοις χὠ βραχὺς νικᾷ μέγαν. ἀκούεθ οἱᾶ φθέγγεται· τά γ οὐ τελεῖ. ἴστω μέγας Ζεύς. Ζεύς γ ἂν εἰδείη, σὺ δ οὔ. ἆρ οὐχ ὕβρις τάδ· ὕβρις, ἀλλ ἀνεκτέα. ἰὼ πᾶς λεώς, ἰὼ γᾶς πρόμοι, μόλετε σὺν τάχει, μόλετ, ἐπεὶ πέραν περῶς οἵδε δή. τίς ποθ ἡ βοή· τί τοὔργον· ἐκ τίνος φόβου ποτὲ βουθυτοῦντά μ ἀμφὶ βωμὸν ἔσχετ ἐναλίῳ θεῷ τοῦδ ἐπιστάτῃ Κολωνοῦ· λέξαθ, ὡς εἰδῶ τὸ πᾶν, οὗ χάριν δεῦρ ᾖξα θᾶσσον ἢ καθ ἡδονὴν ποδός. ὦ φίλτατ, ἔγνων γὰρ τὸ προσφώνημά σου, πέπονθα δεινὰ τοῦδ ὑπ ἀνδρὸς ἀρτίως. τὰ ποῖα ταῦτα, τίς δ ὁ πημήνας· λέγε. Κρέων ὅδ, ὃν δέδορκας, οἴχεται τέκνων ἀποσπάσας μου τὴν μόνην ξυνωρίδα. πῶς εἶπας· οἱά῀ περ πέπονθ ἀκήκοας. οὔκουν τις ὡς τάχιστα προσπόλων μολὼν πρὸς τούσδε βωμούς, πάντ ἀναγκάσει λεὼν ἄνιππον ἱππότην τε θυμάτων ἄπο σπεύδειν ἀπὸ ῥυτῆρος, ἔνθα δίστομοι μάλιστα συμβάλλουσιν ἐμπόρων ὁδοί, ὡς μὴ παρέλθως αἱ κόραι, γέλως δ ἐγὼ ξένῳ γένωμαι τῷδε, χειρωθεὶς βίᾳ.
ἴθ, ὡς ἄνωγα, σὺν τάχει. τοῦτον δ ἐγώ, εἰ μὲν δι ὀργῆς ἧκον, ἧς ὅδ ἄξιος, ἄτρωτον οὐ μεθῆκ ἂν ἐξ ἐμῆς χερός. νῦν δ οὕσπερ αὐτὸς τοὺς νόμους εἰσῆλθ ἔχων, τούτοισι κοὐκ ἄλλοισιν ἁρμοσθήσεται. οὐ γάρ ποτ ἔξει τῆσδε τῆς χώρας, πρὶν ἂν κείνας ἐναργεῖς δεῦρό μοι στήσῃς ἄγων: ἐπεὶ δέδρακας οὔτ ἐμοῦ καταξίως οὔθ ὧν πέφυκας αὐτὸς οὔτε σῆς χθονός: ὅστις δίκαι ἀσκοῦσαν εἰσελθὼν πόλιν κἄνευ νόμου κραίνουσαν οὐδέν, εἶτ ἀφεὶς τὰ τῆσδε τῆς γῆς κύρι, ὧδ ἐπεισπεσὼν ἄγεις θ ἃ χρῄζεις καὶ παρίστασαι βίᾳ, καί μοι πόλιν κένανδρον ἢ δούλην τινὰ ἔδοξας εἶναι κἄμ ἴσον τῷ μηδενί. καίτοι σε Θῆβαί γ οὐκ ἐπαίδευσαν κακόν: οὐ γὰρ φιλοῦσιν ἄνδρας ἐκδίκους τρέφειν, οὐδ ἄν ς ἐπαινέσειαν, εἰ πυθοίατο συλῶντα τἀμὰ καὶ τὰ τῶν θεῶν, βίᾳ ἄγοντα φωτῶν ἀθλίων ἱκτήρια. οὔκουν ἔγωγ ἂν σῆς ἐπεμβαίνων χθονός, οὐδ εἰ τὰ πάντων εἶχον ἐνδικώτατα, ἄνευ γε τοῦ κραίνοντος, ὅστις ἦν, χθονὸς οὔθ εἷλκον οὔτ ἂν ἦγον, ἀλλ ἠπιστάμην ξένον παρ ἀστοῖς ὡς διαιτᾶσθαι χρεών. σὺ δ ἀξίαν οὐκ οὖσαν αἰσχύνεις πόλιν τὴν αὐτὸς αὑτοῦ, καί ς ὁ πληθύων χρόνος γέρονθ ὁμοῦ τίθησι καὶ τοῦ νοῦ κενόν. εἶπον μὲν οὖν καὶ πρόσθεν, ἐννέπω δὲ νῦν, τὰς παῖδας ὡς τάχιστα δεῦρ ἄγειν τινά, εἰ μὴ μέτοικος τῆσδε τῆς χώρας θέλεις εἶναι βίᾳ τε κοὐχ ἑκών: καὶ ταῦτά σοι τῷ νῷ θ ὁμοίως κἀπὸ τῆς γλώσσης λέγω. ὁρᾷς ἵν ἥκεις, ὦ ξέν· ὡς ἀφ ὧν μὲν εἶ φαίνει δίκαιος, δρῶν δ ἐφευρίσκει κακά. ἐγὼ οὔτ ἄνανδρον τήνδε τὴν πόλιν νέμων, ὦ τέκνον Αἰγέως, οὔτ ἄβουλον, ὡς σὺ φῄς, τοὔργον τόδ ἐξέπραξα, γιγνώσκων δ ὅτι οὐδείς ποτ αὐτοὺς τῶν ἐμῶν ἂν ἐμπέσοι ζῆλος ξυναίμων, ὥστ ἐμοῦ τρέφειν βίᾳ.
ᾔδη δ ὁθούνεκ ἄνδρα καὶ πατροκτόνον κἄναγνον οὐ δεξοίατ, οὐδ ὅτῳ γάμοι ξυνόντες ηὑρέθησαν ἀνόσιοι τέκνων. τοιοῦτον αὐτοῖς Ἄρεος εὔβουλον πάγον ἐγὼ ξυνῄδη χθόνιον ὄνθ, ὃς οὐκ ἐᾷ τοιούσδ ἀλήτας τῇδ ὁμοῦ ναίειν πόλει: ᾧ πίστιν ἴσχων τήνδ ἐχειρούμην ἄγραν. καὶ ταῦτ ἂν οὐκ ἔπρασσον, εἰ μή μοι πικρὰς αὐτῷ τ ἀρὰς ἠρᾶτο καὶ τὠμῷ γένει: ἀνθ ὧν πεπονθὼς ἠξίουν τάδ ἀντιδρᾶν. θυμοῦ γὰρ οὐδὲν γῆράς ἐστιν ἄλλο πλὴν θανεῖν: θανόντων δ οὐδὲν ἄλγος ἅπτεται. πρὸς ταῦτα πράξεις οἱο῀ν ἂν θέλῃς: ἐπεὶ ἐρημία με, κεἰ δίκαι, ὅμως λέγω, σμικρὸν τίθησι: πρὸς δὲ τὰς πράξεις ὅμως, καὶ τηλικόσδ ὤν, ἀντιδρᾶν πειράσομαι. ὦ λῆμ ἀναιδές, τοῦ καθυβρίζειν δοκεῖς, πότερον ἐμοῦ γέροντος ἢ σαυτοῦ, τόδε·
ὅστις φόνους μοι καὶ γάμους καὶ συμφορὰς τοῦ σοῦ διῆκας στόματος, ἃς ἐγὼ τάλας ἤνεγκον ἄκων: θεοῖς γὰρ ἦν οὕτω φίλον, τάχ ἄν τι μηνίουσιν εἰς γένος πάλαι. ἐπεὶ καθ αὑτόν γ οὐκ ἂν ἐξεύροις ἐμοὶ ἁμαρτίας ὄνειδος οὐδέν, ἀνθ ὅτου τάδ εἰς ἐμαυτὸν τοὺς ἐμούς θ ἡμάρτανον. ἐπεὶ δίδαξον, εἴ τι θέσφατον πατρὶ χρησμοῖσιν ἱκνεῖθ ὥστε πρὸς παίδων θανεῖν, πῶς ἂν δικαίως τοῦτ ὀνειδίζοις ἐμοί, ὃς οὔτε βλάστας πω γενεθλίους πατρός, οὐ μητρὸς εἶχον, ἀλλ ἀγέννητος τότ ἦ· εἰ δ αὖ φανεὶς δύστηνος, ὡς ἐγὼ φάνην, ἐς χεῖρας ἦλθον πατρὶ καὶ κατέκτανον, μηδὲν ξυνιεὶς ὧν ἔδρων εἰς οὕς τ ἔδρων, πῶς ἂν τό γ ἆκον πρᾶγμ ἂν εἰκότως ψέγοις· μητρὸς δέ, τλῆμον, οὐκ ἐπαισχύνει γάμους οὔσης ὁμαίμου σῆς μ ἀναγκάζων λέγειν, οἱούς ἐρῶ τάχ: οὐ γὰρ οὖν σιγήσομαι, σοῦ γ εἰς τόδ ἐξελθόντος ἀνόσιον στόμα. ἔτικτε γάρ μ ἔτικτεν, ὤμοι μοι κακῶν, οὐκ εἰδότ οὐκ εἰδυῖα, καὶ τεκοῦσά με, αὑτῆς ὄνειδος παῖδας ἐξέφυσέ μοι. ἀλλ ἓν γὰρ οὖν ἔξοιδα, σὲ μὲν ἑκόντ ἐμὲ κείνην τε ταῦτα δυσστομεῖν: ἐγὼ δέ νιν ἄκων ἔγημα φθέγγομαί τ ἄκων τάδε. ἀλλ οὐ γὰρ οὔτ ἐν τοῖσδ ἁλώσομαι κακὸς γάμοισιν οὔθ οὓς αἰὲν ἐμφορεῖς σύ μοι φόνους πατρῴους ἐξονειδίζων πικρῶς. ἓν γάρ μ ἄμειψαι μοῦνον ὧν ς ἀνιστορῶ. εἴ τις σὲ τὸν δίκαιον αὐτίκ ἐνθάδε κτείνοι παραστάς, πότερα πυνθάνοι ἂν εἰ πατήρ ς ὁ καίνων ἢ τίνοι ἂν εὐθέως· δοκῶ μέν, εἴπερ ζῆν φιλεῖς, τὸν αἴτιον τίνοι ἂν οὐδὲ τοὔνδικον περιβλέποις. τοιαῦτα μέντοι καὐτὸς εἰσέβην κακά, θεῶν ἀγόντων: οἷς ἐγὼ οὐδὲ τὴν πατρὸς ψυχὴν ἂν οἶμαι ζῶσαν ἀντειπεῖν ἐμοί. σὺ δ, εἶ γὰρ οὐ δίκαιος, ἀλλ ἅπαν καλὸν λέγειν νομίζων ῥητὸν ἄρρητόν τ ἔπος, τοιαῦτ ὀνειδίζεις με τῶνδ ἐναντίον. καί σοι τὸ Θησέως ὄνομα θωπεῦσαι καλόν, καὶ τὰς Ἀθήνας, ὡς κατῴκηνται καλῶς: κᾆθ ὧδ ἐπαινῶν πολλὰ τοῦδ ἐκλανθάνει, ὁθούνεκ εἴ τις γῆ θεοὺς ἐπίσταται τιμαῖς σεβίζειν, ἥδε τοῦθ ὑπερφέρει: ἀφ ἧς σὺ κλέψας τὸν ἱκέτην γέροντ ἐμὲ αὐτόν τ ἐχειροῦ τὰς κόρας τ οἴχει λαβών. ἀνθ ὧν ἐγὼ νῦν τάσδε τὰς θεὰς ἐμοὶ καλῶν ἱκνοῦμαι καὶ κατασκήπτω λιταῖς ἐλθεῖν ἀρωγοὺς ξυμμάχους θ, ἵν ἐκμάθῃς οἱών ὑπ ἀνδρῶν ἥδε φρουρεῖται πόλις. ὁ ξεῖνος, ὦναξ, χρηστός:
αἱ δὲ συμφοραὶ αὐτοῦ πανώλεις, ἄξιαι δ ἀμυναθεῖν. ἅλις λόγων, ὡς οἱ μὲν ἐξειργασμένοι σπεύδουσιν, ἡμεῖς δ οἱ παθόντες ἕσταμεν. τί δῆτ ἀμαυρῷ φωτὶ προστάσσεις ποεῖν· ὁδοῦ κατάρχειν τῆς ἐκεῖ, πομπὸν δέ με χωρεῖν, ἵν, εἰ μὲν ἐν τόποισι τοῖσδ ἔχεις τὰς παῖδας ἡμῖν αὐτὸς ἐκδείξῃς ἐμοί: εἰ δ ἐγκρατεῖς φεύγουσιν, οὐδὲν δεῖ πονεῖν. ἄλλοι γὰρ οἱ σπεύδοντες, οὓς οὐ μή ποτε χώρας φυγόντες τῆσδ ἐπεύξωνται θεοῖς. ἀλλ ἐξυφηγοῦ: γνῶθι δ ὡς ἔχων ἔχει καί ς εἷλε θηρῶνθ ἡ τύχη: τὰ γὰρ δόλῳ τῷ μὴ δικαίῳ κτήματ οὐχὶ σῴζεται. κοὐκ ἄλλον ἕξεις εἰς τάδ: ὡς ἔξοιδά σε οὐ ψιλὸν οὐδ ἄσκευον ἐς τοσήνδ ὕβριν ἥκοντα τόλμης τῆς παρεστώσης τανῦν, ἀλλ ἔσθ ὅτῳ σὺ πιστὸς ὢν ἔδρας τάδε. ἃ δεῖ μ ἀθρῆσαι, μηδὲ τήνδε τὴν πόλιν ἑνὸς ποῆσαι φωτὸς ἀσθενεστέραν. νοεῖς τι τούτων, ἢ μάτην τὰ νῦν τέ σοι δοκεῖ λελέχθαι χὤτε ταῦτ ἐμηχανῶ· οὐδὲν σὺ μεμπτὸν ἐνθάδ ὢν ἐρεῖς ἐμοί: οἴκοι δὲ χἠμεῖς εἰσόμεσθ ἃ χρὴ ποεῖν. χωρῶν ἀπείλει νῦν: σὺ δ ἡμίν, Οἰδίπους, ἕκηλος αὐτοῦ μίμνε, πιστωθεὶς ὅτι, ἢν μὴ θάνω γὼ πρόσθεν, οὐχὶ παύσομαι πρὶν ἄν σε τῶν σῶν κύριον στήσω τέκνων. ὄναιο, Θησεῦ, τοῦ τε γενναίου χάριν καὶ τῆς πρὸς ἡμᾶς ἐνδίκου προμηθίας.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기