호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐπάξιος μέν, Οἰδίπους, κατοικτίσαι, αὐτός τε παῖδές θ αἵδ:? ἐπεὶ δὲ τῆσδε γῆς σωτῆρα σαυτὸν τῷδ ἐπεμβάλλεις λόγῳ, παραινέσαι σοι βούλομαι τὰ σύμφορα. ὦ φίλταθ, ὡς νῦν πᾶν τελοῦντι προξένει. θοῦ νῦν καθαρμὸν τῶνδε δαιμόνων, ἐφ ἃς τὸ πρῶτον ἵκου καὶ κατέστειψας πέδον. τρόποισι ποίοις· ὦ ξένοι, διδάσκετε. πρῶτον μὲν ἱερὰς ἐξ ἀειρύτου χοὰς κρήνης ἐνεγκοῦ, δι ὁσίων χειρῶν θιγών. ὅταν δὲ τοῦτο χεῦμ ἀκήρατον λάβω· κρατῆρές εἰσιν, ἀνδρὸς εὔχειρος τέχνη, ὧν κρᾶτ ἔρεψον καὶ λαβὰς ἀμφιστόμους. θαλλοῖσιν ἢ κρόκαισιν, ἢ ποίῳ τρόπῳ· οἰός γε νεαρᾶς νεοπόκῳ μαλλῷ λαβών. εἰε῀ν: τὸ δ ἔνθεν ποῖ τελευτῆσαί με χρή· χοὰς χέασθαι στάντα πρὸς πρώτην ἑώ. ἦ τοῖσδε κρωσσοῖς οἷς λέγεις χέω τάδε· τρισσάς γε πηγάς: τὸν τελευταῖον δ ὅλον. τοῦ τόνδε πλήσας θῶ· δίδασκε καὶ τόδε. ὕδατος, μελίσσης: μηδὲ προσφέρειν μέθυ. ὅταν δὲ τούτων γῆ μελάμφυλλος τύχῃ· τρὶς ἐννέ αὐτῇ κλῶνας ἐξ ἀμφοῖν χεροῖν τιθεὶς ἐλαίας τάσδ ἐπεύχεσθαι λιτάς. τούτων ἀκοῦσαι βούλομαι: μέγιστα γάρ. ὥς σφας καλοῦμεν Εὐμενίδας, ἐξ εὐμενῶν στέρνων δέχεσθαι τὸν ἱκέτην σωτήριον, αἰτοῦ σύ τ αὐτὸς κεἴ τις ἄλλος ἀντὶ σοῦ, ἄπυστα φωνῶν μηδὲ μηκύνων βοήν: ἔπειτ ἀφέρπειν ἄστροφος. καὶ ταῦτά σοι δράσαντι θαρσῶν ἂν παρασταίην ἐγώ: ἄλλως δὲ δειμαίνοιμ ἄν, ὦ ξέν, ἀμφὶ σοι. ὦ παῖδε, κλύετον τῶνδε προσχώρων ξένων· ἠκούσαμέν τε χὤ τι δεῖ πρόστασσε δρᾶν. ἐμοὶ μὲν οὐχ ὁδωτά: λείπομαι γὰρ ἐν τῷ μὴ δύνασθαι μήδ ὁρᾶν, δυοῖν κακοῖν: σφῷν δ ἁτέρα μολοῦσα πραξάτω τάδε. ἀρκεῖν γὰρ οἶμαι κἀντὶ μυρίων μίαν ψυχὴν τάδ ἐκτίνουσαν, ἢν εὔνους παρῇ. ἀλλ ἐν τάχει τι πράσσετον: μόνον δέ με μὴ λείπετ: οὐ γὰρ ἂν σθένοι τοὐμὸν δέμας ἔρημον ἑρ´πειν οὐδ ὑφηγητοῦ δίχα. ἀλλ εἶμ ἐγὼ τελοῦσα: τὸν τόπον δ ἵνα χρῆσταί μ ἐφευρεῖν, τοῦτο βούλομαι μαθεῖν. τοὐκεῖθεν ἄλσους, ὦ ξένη, τοῦδ: ἢν δέ του σπάνιν τιν ἴσχῃς, ἔστ ἔποικος ὃς φράσει. χωροῖμ ἂν ἐς τόδ: Ἀντιγόνη, σὺ δ ἐνθάδε φύλασσε πατέρα τόνδε: τοῖς τεκοῦσι γὰρ οὐδ εἰ πονεῖ τις, δεῖ πόνου μνήμην ἔχειν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기