호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἀλλ οἱ θεοί σφιν μήτε τὴν πεπρωμένην ἔριν κατασβέσειαν, ἔν τ ἐμοὶ τέλος αὐτοῖν γένοιτο τῆσδε τῆς μάχης πέρι, ἧς νῦν ἔχονται κἀπαναίρονται δόρυ:? ὡς οὔτ ἂν ὃς νῦν σκῆπτρα καὶ θρόνους ἔχει μείνειεν οὔτ ἂν οὑξεληλυθὼς πάλιν ἔλθοι ποτ αὖθις: οἵ γε τὸν φύσαντ ἐμὲ οὕτως ἀτίμως πατρίδος ἐξωθούμενον οὐκ ἔσχον οὐδ ἤμυναν, ἀλλ ἀνάστατος αὐτοῖς ἐπέμφθην κἀξεκηρύχθην φυγάς. εἴποις ἂν ὡς θέλοντι τοῦτ ἐμοὶ τότε πόλις τὸ δῶρον εἰκότως κατῄνεσεν. οὐ δῆτ, ἐπεί τοι τὴν μὲν αὐτίχ ἡμέραν, ὁπηνίκ ἔζει θυμός, ἥδιστον δέ μοι τὸ κατθανεῖν ἦν καὶ τὸ λευσθῆναι πέτροις, οὐδεὶς ἔρωτ ἐς τόνδ ἐφαίνετ ὠφελῶν: χρόνῳ δ, ὅτ ἤδη πᾶς ὁ μόχθος ἦν πέπων, κἀμάνθανον τὸν θυμὸν ἐκδραμόντα μοι μείζω κολαστὴν τῶν πρὶν ἡμαρτημένων, τὸ τηνίκ ἤδη τοῦτο μὲν πόλις βίᾳ ἤλαυνέ μ ἐκ γῆς χρόνιον, οἱ δ ἐπωφελεῖν, οἱ τοῦ πατρός, τῷ πατρὶ δυνάμενοι, τὸ δρᾶν οὐκ ἠθέλησαν, ἀλλ ἔπους σμικροῦ χάριν φυγάς σφιν ἔξω πτωχὸς ἠλώμην ἀεί. ἐκ ταῖνδε δ, οὔσαιν παρθένοιν, ὅσον φύσις δίδωσιν αὐταῖν, καὶ τροφὰς ἔχω βίου καὶ γῆς ἄδειαν καὶ γένους ἐπάρκεσιν: τὼ δ ἀντὶ τοῦ φύσαντος εἱλέσθην θρόνους καὶ σκῆπτρα κραίνειν καὶ τυραννεύειν χθονός. ἀλλ οὔ τι μὴ λάχωσι τοῦδε συμμάχου, οὐδέ σφιν ἀρχῆς τῆσδε Καδμείας ποτὲ ὄνησις ἥξει: τοῦτ ἐγῷδα, τῆσδέ τε μαντεῖ ἀκούων συννοῶν τε τἀξ ἐμοῦ παλαίφαθ ἁμοὶ Φοῖβος ἤνυσέν ποτε. πρὸς ταῦτα καὶ Κρέοντα πεμπόντων ἐμοῦ μαστῆρα, κεἴ τις ἄλλος ἐν πόλει σθένει. ἐὰν γὰρ ὑμεῖς, ὦ ξένοι, θέληθ ὁμοῦ προστάτισι ταῖς σεμναῖσι δημούχοις θεαῖς ἀλκὴν ποεῖσθαι, τῇδε τῇ πόλει μέγαν σωτῆρ ἀρεῖσθε, τοῖς δ ἐμοῖς ἐχθροῖς πόνους.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기