호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἤδη γὰρ ἔσχες ἐλπίδ ὡς ἐμοῦ θεοὺς ὤραν τιν ἕξειν, ὥστε σωθῆναί ποτε·? ἔγωγε τοῖς νὺν γ, ὦ πάτερ, μαντεύμασιν. ποίοισι τούτοις· τί δὲ τεθέσπισται, τέκνον· σὲ τοῖς ἐκεῖ ζητητὸν ἀνθρώποις ποτὲ θανόντ ἔσεσθαι ζῶντά τ εὐσοίας χάριν. τίς δ ἂν τοιοῦδ ὑπ ἀνδρὸς εὖ πράξειεν ἄν· ἐν σοὶ τὰ κείνων φασὶ γίγνεσθαι κράτη. ὅτ οὐκέτ εἰμί, τηνικαῦτ ἄρ εἴμ ἀνήρ· νῦν γὰρ θεοί ς ὀρθοῦσι, πρόσθε δ ὤλλυσαν. γέροντα δ ὀρθοῦν φλαῦρον ὃς νέος πέσῃ. καὶ μὴν Κρέοντά γ ἴσθι σοι τούτων χάριν ἥξοντα βαιοῦ κοὐχὶ μυρίου χρόνου. ὅπως τί δράσῃ, θύγατερ· ἑρμήνευέ μοι. ὥς ς ἄγχι γῆς στήσωσι Καδμείας, ὅπως κρατῶσι μὲν σοῦ, γῆς δὲ μὴ μβαίνῃς ὁρ´ων. ἡ δ ὠφέλησις τίς θύρασι κειμένου· κείνοις ὁ τύμβος δυστυχῶν ὁ σὸς βαρύς. κἄνευ θεοῦ τις τοῦτό γ ἂν γνώμῃ μάθοι. τούτου χάριν τοίνυν σε προσθέσθαι πέλας χώρας θέλουσι, μηδ ἵν ἂν σαυτοῦ κρατοῖς. ἦ καὶ κατασκιῶσι Θηβαίᾳ κόνει· ἀλλ οὐκ ἐᾷ τοὔμφυλον αἷμά ς, ὦ πάτερ. οὐκ ἆρ ἐμοῦ γε μὴ κρατήσωσίν ποτε. ἔσται ποτ ἆρα τοῦτο Καδμείοις βάρος. ποίας φανείσης, ὦ τέκνον, συναλλαγῆς· τῆς σῆς ὑπ ὀργῆς, σοῖς ὅταν στῶσιν τάφοις. ἃ δ ἐννέπεις, κλύουσα τοῦ λέγεις, τέκνον· ἀνδρῶν θεωρῶν Δελφικῆς ἀφ ἑστίας. καὶ ταῦτ ἐφ ἡμῖν Φοῖβος εἰρηκὼς κυρεῖ· ὥς φασιν οἱ μολόντες εἰς Θήβης πέδον. παίδων τις οὖν ἤκουσε τῶν ἐμῶν τάδε· ἄμφω γ ὁμοίως, κἀξεπίστασθον καλῶς. κᾆθ οἱ κάκιστοι τῶνδ ἀκούσαντες, πάρος τοὐμοῦ πόθου προύθεντο τὴν τυραννίδα· ἀλγῶ κλύουσα ταῦτ ἐγώ, φέρω δ ὅμως.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기