호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ ποῦ σθ ὁ κραίνων τῆσδε τῆς χώρας, ξένοι·? πατρῷον ἄστυ γῆς ἔχει: σκοπὸς δέ νιν, ὃς κἀμὲ δεῦρ ἔπεμψεν, οἴχεται στελῶν. ἦ καὶ δοκεῖτε τοῦ τυφλοῦ τιν ἐντροπὴν ἢ φροντίδ, ἕξειν, αὐτὸν ὥστ ἐλθεῖν πέλας· καὶ κάρθ, ὅταν περ τοὔνομ αἴσθηται τὸ σόν. τίς δ ἔσθ ὁ κείνῳ τοῦτο τοὔπος ἀγγελῶν· μακρὰ κέλευθος: πολλὰ δ ἐμπόρων ἔπη φιλεῖ πλανᾶσθαι, τῶν ἐκεῖνος ἀΐων, θάρσει, παρέσται. πολὺ γάρ, ὦ γέρον, τὸ σὸν ὄνομα διήκει πάντας, ὥστε κεἰ βραδὺς εὕδει, κλύων σοῦ δεῦρ ἀφίξεται ταχύς. ἀλλ εὐτυχὴς ἵκοιτο τῇ θ αὑτοῦ πόλει ἐμοί τε: τίς γὰρ ἐσθλὸς οὐχ αὑτῷ φίλος· ὦ Ζεῦ, τί λέξω· ποῖ φρενῶν ἔλθω, πάτερ· τί δ ἔστι, τέκνον Ἀντιγόνη· γυναῖχ ὁρῶ στείχουσαν ἡμῶν ἆσσον, Αἰτναίας ἐπὶ πώλου βεβῶσαν: κρατὶ δ ἡλιοστεγὴς κυνῆ πρόσωπα Θεσσαλίς νιν ἀμπέχει. τί φῶ· ἆρ ἔστιν· ἆρ οὐκ ἔστιν· ἢ γνώμη πλανᾷ· καὶ φημὶ κἀπόφημι κοὐκ ἔχω τί φῶ. τάλαινα. οὐκ ἔστιν ἄλλη: φαιδρὰ γοῦν ἀπ ὀμμάτων σαίνει με προσστείχουσα: σημαίνει δ ὅτι μόνης τόδ ἐστὶ δῆλον Ἰσμήνης κάρα. πῶς εἶπας, ὦ παῖ· παῖδα σήν, ἐμὴν δ ὁρᾶν ὅμαιμον: αὐδῇ δ αὐτίκ ἔξεστιν μαθεῖν. ὦ δισσὰ πατρὸς καὶ κασιγνήτης ἐμοὶ ἥδιστα προσφωνήμαθ, ὡς ὑμᾶς μόλις εὑροῦσα λύπῃ δεύτερον μόλις βλέπω. ὦ τέκνον, ἥκεις· ὦ πάτερ δύσμοιρ ὁρᾶν. τέκνον, πέφηνας· οὐκ ἄνευ μόχθου γέ μοι. πρόσψαυσον, ὦ παῖ. θιγγάνω δυοῖν ὁμοῦ. ὦ σπέρμ ὅμαιμον. ὦ δυσάθλιαι τροφαί. ἦ τῆσδε κἀμοῦ· δυσμόρου τ ἐμοῦ τρίτης. τέκνον, τί δ ἦλθες· σῇ, πάτερ, προμηθίᾳ. πότερα πόθοισι· καὶ λόγων γ αὐτάγγελος, ξὺν ᾧπερ εἶχον οἰκετῶν πιστῷ μόνῳ. οἱ δ αὐθόμαιμοι ποῦ νεανίαι πονεῖν· εἴς οὗπέρ εἰσι: δεινὰ τἀν κείνοις τανῦν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기