- 텍스트

Sophocles, Oedipus at Colonus, episode

(소포클레스, Oedipus at Colonus, episode)

ἀλλ ἴσθι, τέκνον Οἰδίπου, σέ τ ἐξ ἴσου οἰκτίρομεν καὶ τόνδε συμφορᾶς χάριν:? τὰ δ ἐκ θεῶν τρέμοντες οὐ σθένοιμεν ἂν φωνεῖν πέρα τῶν πρὸς σὲ νῦν εἰρημένων. τί δῆτα δόξης ἢ τί κληδόνος καλῆς μάτην ῥεούσης ὠφέλημα γίγνεται, εἰ τάς γ Ἀθήνας φασὶ θεοσεβεστάτας εἶναι, μόνας δὲ τὸν κακούμενον ξένον σῴζειν οἱάς τε καὶ μόνας ἀρκεῖν ἔχειν· κἄμοιγε ποῦ τοῦτ ἐστίν, οἵτινες βάθρων ἐκ τῶνδέ μ ἐξάραντες εἶτ ἐλαύνετε, ὄνομα μόνον δείσαντες· οὐ γὰρ δὴ τό γε σῶμ οὐδὲ τἄργα τἄμ: ἐπεὶ τά γ ἔργα μου πεπονθότ ἐστὶ μᾶλλον ἢ δεδρακότα, εἴ σοι τὰ μητρὸς καὶ πατρὸς χρείη λέγειν, ὧν οὕνεκ ἐκφοβεῖ με: τοῦτ ἐγὼ καλῶς ἔξοιδα. καίτοι πῶς ἐγὼ κακὸς φύσιν, ὅστις παθὼν μὲν ἀντέδρων, ὥστ εἰ φρονῶν ἔπρασσον, οὐδ ἂν ὧδ ἐγιγνόμην κακός· νῦν δ οὐδὲν εἰδὼς ἱκόμην ἵν ἱκόμην, ὑφ ὧν δ ἔπασχον, εἰδότων ἀπωλλύμην. ἀνθ ὧν ἱκνοῦμαι πρὸς θεῶν ὑμᾶς, ξένοι, ὥσπερ με κἀνεστήσαθ, ὧδε σώσατε, καὶ μὴ θεοὺς τιμῶντες εἶτα τοὺς θεοὺς μοίρας ποιεῖσθε μηδαμῶς: ἡγεῖσθε δὲ βλέπειν μὲν αὐτοὺς πρὸς τὸν εὐσεβῆ βροτῶν, βλέπειν δὲ πρὸς τοὺς δυσσεβεῖς, φυγὴν δέ του μήπω γενέσθαι φωτὸς ἀνοσίου βροτῶν. ξὺν οἷς σὺ μὴ κάλυπτε τὰς εὐδαίμονας ἔργοις Ἀθήνας ἀνοσίοις ὑπηρετῶν, ἀλλ ὥσπερ ἔλαβες τὸν ἱκέτην ἐχέγγυον, ῥύου με κἀκφύλασσε: μηδέ μου κάρα τὸ δυσπρόσοπτον εἰσορῶν ἀτιμάσῃς, ἥκω γὰρ ἱερὸς εὐσεβής τε καὶ φέρων ὄνησιν ἀστοῖς τοῖσδ: ὅταν δ ὁ κύριος παρῇ τις, ὑμῶν ὅστις ἐστὶν ἡγεμών, τότ εἰσακούων πάντ ἐπιστήσει: τὰ δὲ μεταξὺ τούτου μηδαμῶς γίγνου κακός. ταρβεῖν μέν, ὦ γεραιέ, τἀνθυμήματα πολλή στ ἀνάγκη τἀπὸ σοῦ: λόγοισι γὰρ οὐκ ὠνόμασται βραχέσι: τοὺς δὲ τῆσδε γῆς ἄνακτας ἀρκεῖ ταῦτά μοι διειδέναι. καὶ ποῦ σθ ὁ κραίνων τῆσδε τῆς χώρας, ξένοι· πατρῷον ἄστυ γῆς ἔχει: σκοπὸς δέ νιν, ὃς κἀμὲ δεῦρ ἔπεμψεν, οἴχεται στελῶν. ἦ καὶ δοκεῖτε τοῦ τυφλοῦ τιν ἐντροπὴν ἢ φροντίδ, ἕξειν, αὐτὸν ὥστ ἐλθεῖν πέλας· καὶ κάρθ, ὅταν περ τοὔνομ αἴσθηται τὸ σόν. τίς δ ἔσθ ὁ κείνῳ τοῦτο τοὔπος ἀγγελῶν· μακρὰ κέλευθος: πολλὰ δ ἐμπόρων ἔπη φιλεῖ πλανᾶσθαι, τῶν ἐκεῖνος ἀΐων, θάρσει, παρέσται. πολὺ γάρ, ὦ γέρον, τὸ σὸν ὄνομα διήκει πάντας, ὥστε κεἰ βραδὺς εὕδει, κλύων σοῦ δεῦρ ἀφίξεται ταχύς. ἀλλ εὐτυχὴς ἵκοιτο τῇ θ αὑτοῦ πόλει ἐμοί τε: τίς γὰρ ἐσθλὸς οὐχ αὑτῷ φίλος· ὦ Ζεῦ, τί λέξω· ποῖ φρενῶν ἔλθω, πάτερ· τί δ ἔστι, τέκνον Ἀντιγόνη· γυναῖχ ὁρῶ στείχουσαν ἡμῶν ἆσσον, Αἰτναίας ἐπὶ πώλου βεβῶσαν: κρατὶ δ ἡλιοστεγὴς κυνῆ πρόσωπα Θεσσαλίς νιν ἀμπέχει. τί φῶ· ἆρ ἔστιν· ἆρ οὐκ ἔστιν· ἢ γνώμη πλανᾷ· καὶ φημὶ κἀπόφημι κοὐκ ἔχω τί φῶ. τάλαινα. οὐκ ἔστιν ἄλλη: φαιδρὰ γοῦν ἀπ ὀμμάτων σαίνει με προσστείχουσα: σημαίνει δ ὅτι μόνης τόδ ἐστὶ δῆλον Ἰσμήνης κάρα. πῶς εἶπας, ὦ παῖ· παῖδα σήν, ἐμὴν δ ὁρᾶν ὅμαιμον: αὐδῇ δ αὐτίκ ἔξεστιν μαθεῖν. ὦ δισσὰ πατρὸς καὶ κασιγνήτης ἐμοὶ ἥδιστα προσφωνήμαθ, ὡς ὑμᾶς μόλις εὑροῦσα λύπῃ δεύτερον μόλις βλέπω. ὦ τέκνον, ἥκεις· ὦ πάτερ δύσμοιρ ὁρᾶν. τέκνον, πέφηνας· οὐκ ἄνευ μόχθου γέ μοι. πρόσψαυσον, ὦ παῖ. θιγγάνω δυοῖν ὁμοῦ. ὦ σπέρμ ὅμαιμον. ὦ δυσάθλιαι τροφαί. ἦ τῆσδε κἀμοῦ· δυσμόρου τ ἐμοῦ τρίτης. τέκνον, τί δ ἦλθες· σῇ, πάτερ, προμηθίᾳ. πότερα πόθοισι· καὶ λόγων γ αὐτάγγελος, ξὺν ᾧπερ εἶχον οἰκετῶν πιστῷ μόνῳ. οἱ δ αὐθόμαιμοι ποῦ νεανίαι πονεῖν· εἴς οὗπέρ εἰσι: δεινὰ τἀν κείνοις τανῦν. ὦ πάντ ἐκείνω τοῖς ἐν Αἰγύπτῳ νόμοις φύσιν κατεικασθέντε καὶ βίου τροφάς:

ἐκεῖ γὰρ οἱ μὲν ἄρσενες κατὰ στέγας θακοῦσιν ἱστουργοῦντες, αἱ δὲ σύννομοι τἄξω βίου τροφεῖα πορσύνους ἀεί. σφῷν δ, ὦ τέκν, οὓς μὲν εἰκὸς ἦν πονεῖν τάδε, κατ οἶκον οἰκουροῦσιν ὥστε παρθένοι, σφὼ δ ἀντ ἐκείνων τἀμὰ δυστήνου κακὰ ὑπερπονεῖτον. ἡ μὲν ἐξ ὅτου νέας τροφῆς ἔληξε καὶ κατίσχυσεν δέμας, ἀεὶ μεθ ἡμῶν δύσμορος πλανωμένη γερονταγωγεῖ, πολλὰ μὲν κατ ἀγρίαν ὕλην ἄσιτος νηλίπους τ ἀλωμένη, πολλοῖσι δ ὄμβροις ἡλίου τε καύμασιν μοχθοῦσα τλήμων δεύτερ ἡγεῖται τὰ τῆς οἴκοι διαίτης, εἰ πατὴρ τροφὴν ἔχοι. σὺ δ, ὦ τέκνον, πρόσθεν μὲν ἐξίκου πατρὶ μαντεῖ ἄγουσα πάντα, Καδμείων λάθρᾳ, ἃ τοῦδ ἐχρήσθη σώματος, φύλαξ τέ μου πιστὴ κατέστης, γῆς ὅτ ἐξηλαυνόμην: νῦν δ αὖ τίν ἥκεις μῦθον, Ἰσμήνη, πατρὶ φέρουσα· τίς ς ἐξῆρεν οἴκοθεν στόλος· ἥκεις γὰρ οὐ κενή γε, τοῦτ ἐγὼ σαφῶς ἔξοιδα, μὴ οὐχὶ δεῖμ ἐμοὶ φέρουσά τι. ἐγὼ τὰ μὲν παθήμαθ ἅπαθον, πάτερ, ζητοῦσα τὴν σὴν ποῦ κατοικοίης τροφήν, παρεῖς ἐάσω: δὶς γὰρ οὐχὶ βούλομαι πονοῦσά τ ἀλγεῖν καὶ λέγους αὖθις πάλιν. ἃ δ ἀμφὶ τοῖν σοῖν δυσμόροιν παίδοιν κακὰ νῦν ἐστι, ταῦτα σημανοῦς ἐλήλυθα. πρὶν μὲν γὰρ αὐτοῖς ἦν ἔρως Κρέοντί τε θρόνους ἐᾶσθαι μηδὲ χραίνεσθαι πόλιν, λόγῳ σκοποῦσι τὴν πάλαι γένους φθοράν, οἱά κατέσχε τὸν σὸν ἄθλιον δόμον: νῦν δ ἐκ θεῶν του κἀλιτηρίου φρενὸς εἰσῆλθε τοῖν τρὶς ἀθλίοιν ἔρις κακή, ἀρχῆς λαβέσθαι καὶ κράτους τυραννικοῦ. χὠ μὲν νεάζων καὶ χρόνῳ μείων γεγὼς τὸν πρόσθε γεννηθέντα Πολυνείκη θρόνων ἀποστερίσκει, κἀξελήλακεν πάτρας. ὁ δ, ὡς καθ ἡμᾶς ἔσθ ὁ πληθύων λόγος, τὸ κοῖλον Ἄργος βὰς φυγὰς προσλαμβάνει κῆδός τε καινὸν καὶ ξυνασπιστὰς φίλους ὡς αὐτίκ Ἄργος ἢ τὸ Καδμείων πέδον τιμῇ καθέξον ἢ πρὸς οὐρανὸν βιβῶν. ταῦτ οὐκ ἀριθμός ἐστιν, ὦ πάτερ, λόγων, ἀλλ ἔργα δεινά: τοὺς δὲ σοὺς ὅπου θεοὶ πόνους κατοικτιοῦσιν οὐκ ἔχω μαθεῖν. ἤδη γὰρ ἔσχες ἐλπίδ ὡς ἐμοῦ θεοὺς ὤραν τιν ἕξειν, ὥστε σωθῆναί ποτε·

ἔγωγε τοῖς νὺν γ, ὦ πάτερ, μαντεύμασιν. ποίοισι τούτοις· τί δὲ τεθέσπισται, τέκνον· σὲ τοῖς ἐκεῖ ζητητὸν ἀνθρώποις ποτὲ θανόντ ἔσεσθαι ζῶντά τ εὐσοίας χάριν. τίς δ ἂν τοιοῦδ ὑπ ἀνδρὸς εὖ πράξειεν ἄν· ἐν σοὶ τὰ κείνων φασὶ γίγνεσθαι κράτη. ὅτ οὐκέτ εἰμί, τηνικαῦτ ἄρ εἴμ ἀνήρ· νῦν γὰρ θεοί ς ὀρθοῦσι, πρόσθε δ ὤλλυσαν. γέροντα δ ὀρθοῦν φλαῦρον ὃς νέος πέσῃ. καὶ μὴν Κρέοντά γ ἴσθι σοι τούτων χάριν ἥξοντα βαιοῦ κοὐχὶ μυρίου χρόνου. ὅπως τί δράσῃ, θύγατερ· ἑρμήνευέ μοι. ὥς ς ἄγχι γῆς στήσωσι Καδμείας, ὅπως κρατῶσι μὲν σοῦ, γῆς δὲ μὴ μβαίνῃς ὁρ´ων. ἡ δ ὠφέλησις τίς θύρασι κειμένου· κείνοις ὁ τύμβος δυστυχῶν ὁ σὸς βαρύς. κἄνευ θεοῦ τις τοῦτό γ ἂν γνώμῃ μάθοι. τούτου χάριν τοίνυν σε προσθέσθαι πέλας χώρας θέλουσι, μηδ ἵν ἂν σαυτοῦ κρατοῖς. ἦ καὶ κατασκιῶσι Θηβαίᾳ κόνει· ἀλλ οὐκ ἐᾷ τοὔμφυλον αἷμά ς, ὦ πάτερ. οὐκ ἆρ ἐμοῦ γε μὴ κρατήσωσίν ποτε. ἔσται ποτ ἆρα τοῦτο Καδμείοις βάρος. ποίας φανείσης, ὦ τέκνον, συναλλαγῆς· τῆς σῆς ὑπ ὀργῆς, σοῖς ὅταν στῶσιν τάφοις. ἃ δ ἐννέπεις, κλύουσα τοῦ λέγεις, τέκνον· ἀνδρῶν θεωρῶν Δελφικῆς ἀφ ἑστίας. καὶ ταῦτ ἐφ ἡμῖν Φοῖβος εἰρηκὼς κυρεῖ· ὥς φασιν οἱ μολόντες εἰς Θήβης πέδον. παίδων τις οὖν ἤκουσε τῶν ἐμῶν τάδε· ἄμφω γ ὁμοίως, κἀξεπίστασθον καλῶς. κᾆθ οἱ κάκιστοι τῶνδ ἀκούσαντες, πάρος τοὐμοῦ πόθου προύθεντο τὴν τυραννίδα· ἀλγῶ κλύουσα ταῦτ ἐγώ, φέρω δ ὅμως. ἀλλ οἱ θεοί σφιν μήτε τὴν πεπρωμένην ἔριν κατασβέσειαν, ἔν τ ἐμοὶ τέλος αὐτοῖν γένοιτο τῆσδε τῆς μάχης πέρι, ἧς νῦν ἔχονται κἀπαναίρονται δόρυ:

ὡς οὔτ ἂν ὃς νῦν σκῆπτρα καὶ θρόνους ἔχει μείνειεν οὔτ ἂν οὑξεληλυθὼς πάλιν ἔλθοι ποτ αὖθις: οἵ γε τὸν φύσαντ ἐμὲ οὕτως ἀτίμως πατρίδος ἐξωθούμενον οὐκ ἔσχον οὐδ ἤμυναν, ἀλλ ἀνάστατος αὐτοῖς ἐπέμφθην κἀξεκηρύχθην φυγάς. εἴποις ἂν ὡς θέλοντι τοῦτ ἐμοὶ τότε πόλις τὸ δῶρον εἰκότως κατῄνεσεν. οὐ δῆτ, ἐπεί τοι τὴν μὲν αὐτίχ ἡμέραν, ὁπηνίκ ἔζει θυμός, ἥδιστον δέ μοι τὸ κατθανεῖν ἦν καὶ τὸ λευσθῆναι πέτροις, οὐδεὶς ἔρωτ ἐς τόνδ ἐφαίνετ ὠφελῶν: χρόνῳ δ, ὅτ ἤδη πᾶς ὁ μόχθος ἦν πέπων, κἀμάνθανον τὸν θυμὸν ἐκδραμόντα μοι μείζω κολαστὴν τῶν πρὶν ἡμαρτημένων, τὸ τηνίκ ἤδη τοῦτο μὲν πόλις βίᾳ ἤλαυνέ μ ἐκ γῆς χρόνιον, οἱ δ ἐπωφελεῖν, οἱ τοῦ πατρός, τῷ πατρὶ δυνάμενοι, τὸ δρᾶν οὐκ ἠθέλησαν, ἀλλ ἔπους σμικροῦ χάριν φυγάς σφιν ἔξω πτωχὸς ἠλώμην ἀεί. ἐκ ταῖνδε δ, οὔσαιν παρθένοιν, ὅσον φύσις δίδωσιν αὐταῖν, καὶ τροφὰς ἔχω βίου καὶ γῆς ἄδειαν καὶ γένους ἐπάρκεσιν: τὼ δ ἀντὶ τοῦ φύσαντος εἱλέσθην θρόνους καὶ σκῆπτρα κραίνειν καὶ τυραννεύειν χθονός. ἀλλ οὔ τι μὴ λάχωσι τοῦδε συμμάχου, οὐδέ σφιν ἀρχῆς τῆσδε Καδμείας ποτὲ ὄνησις ἥξει: τοῦτ ἐγῷδα, τῆσδέ τε μαντεῖ ἀκούων συννοῶν τε τἀξ ἐμοῦ παλαίφαθ ἁμοὶ Φοῖβος ἤνυσέν ποτε. πρὸς ταῦτα καὶ Κρέοντα πεμπόντων ἐμοῦ μαστῆρα, κεἴ τις ἄλλος ἐν πόλει σθένει. ἐὰν γὰρ ὑμεῖς, ὦ ξένοι, θέληθ ὁμοῦ προστάτισι ταῖς σεμναῖσι δημούχοις θεαῖς ἀλκὴν ποεῖσθαι, τῇδε τῇ πόλει μέγαν σωτῆρ ἀρεῖσθε, τοῖς δ ἐμοῖς ἐχθροῖς πόνους. ἐπάξιος μέν, Οἰδίπους, κατοικτίσαι, αὐτός τε παῖδές θ αἵδ:

ἐπεὶ δὲ τῆσδε γῆς σωτῆρα σαυτὸν τῷδ ἐπεμβάλλεις λόγῳ, παραινέσαι σοι βούλομαι τὰ σύμφορα. ὦ φίλταθ, ὡς νῦν πᾶν τελοῦντι προξένει. θοῦ νῦν καθαρμὸν τῶνδε δαιμόνων, ἐφ ἃς τὸ πρῶτον ἵκου καὶ κατέστειψας πέδον. τρόποισι ποίοις· ὦ ξένοι, διδάσκετε. πρῶτον μὲν ἱερὰς ἐξ ἀειρύτου χοὰς κρήνης ἐνεγκοῦ, δι ὁσίων χειρῶν θιγών. ὅταν δὲ τοῦτο χεῦμ ἀκήρατον λάβω· κρατῆρές εἰσιν, ἀνδρὸς εὔχειρος τέχνη, ὧν κρᾶτ ἔρεψον καὶ λαβὰς ἀμφιστόμους. θαλλοῖσιν ἢ κρόκαισιν, ἢ ποίῳ τρόπῳ· οἰός γε νεαρᾶς νεοπόκῳ μαλλῷ λαβών. εἰε῀ν: τὸ δ ἔνθεν ποῖ τελευτῆσαί με χρή· χοὰς χέασθαι στάντα πρὸς πρώτην ἑώ. ἦ τοῖσδε κρωσσοῖς οἷς λέγεις χέω τάδε· τρισσάς γε πηγάς: τὸν τελευταῖον δ ὅλον. τοῦ τόνδε πλήσας θῶ· δίδασκε καὶ τόδε. ὕδατος, μελίσσης: μηδὲ προσφέρειν μέθυ. ὅταν δὲ τούτων γῆ μελάμφυλλος τύχῃ· τρὶς ἐννέ αὐτῇ κλῶνας ἐξ ἀμφοῖν χεροῖν τιθεὶς ἐλαίας τάσδ ἐπεύχεσθαι λιτάς. τούτων ἀκοῦσαι βούλομαι: μέγιστα γάρ. ὥς σφας καλοῦμεν Εὐμενίδας, ἐξ εὐμενῶν στέρνων δέχεσθαι τὸν ἱκέτην σωτήριον, αἰτοῦ σύ τ αὐτὸς κεἴ τις ἄλλος ἀντὶ σοῦ, ἄπυστα φωνῶν μηδὲ μηκύνων βοήν: ἔπειτ ἀφέρπειν ἄστροφος. καὶ ταῦτά σοι δράσαντι θαρσῶν ἂν παρασταίην ἐγώ: ἄλλως δὲ δειμαίνοιμ ἄν, ὦ ξέν, ἀμφὶ σοι. ὦ παῖδε, κλύετον τῶνδε προσχώρων ξένων· ἠκούσαμέν τε χὤ τι δεῖ πρόστασσε δρᾶν. ἐμοὶ μὲν οὐχ ὁδωτά: λείπομαι γὰρ ἐν τῷ μὴ δύνασθαι μήδ ὁρᾶν, δυοῖν κακοῖν: σφῷν δ ἁτέρα μολοῦσα πραξάτω τάδε. ἀρκεῖν γὰρ οἶμαι κἀντὶ μυρίων μίαν ψυχὴν τάδ ἐκτίνουσαν, ἢν εὔνους παρῇ. ἀλλ ἐν τάχει τι πράσσετον: μόνον δέ με μὴ λείπετ: οὐ γὰρ ἂν σθένοι τοὐμὸν δέμας ἔρημον ἑρ´πειν οὐδ ὑφηγητοῦ δίχα. ἀλλ εἶμ ἐγὼ τελοῦσα: τὸν τόπον δ ἵνα χρῆσταί μ ἐφευρεῖν, τοῦτο βούλομαι μαθεῖν. τοὐκεῖθεν ἄλσους, ὦ ξένη, τοῦδ: ἢν δέ του σπάνιν τιν ἴσχῃς, ἔστ ἔποικος ὃς φράσει. χωροῖμ ἂν ἐς τόδ: Ἀντιγόνη, σὺ δ ἐνθάδε φύλασσε πατέρα τόνδε: τοῖς τεκοῦσι γὰρ οὐδ εἰ πονεῖ τις, δεῖ πόνου μνήμην ἔχειν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION