- 텍스트

Sophocles, Oedipus at Colonus, episode 3:

(소포클레스, Oedipus at Colonus, episode 3:)

οἶσθ, ὦ ξέν, ὡς νῦν μὴ σφαλῇς·? ἐπείπερ εἰ γενναῖος, ὡς ἰδόντι, πλὴν τοῦ δαίμονος, αὐτοῦ μέν οὗπερ κἀφάνης, ἑώς ἐγὼ τοῖς ἐνθάδ αὐτοῦ μὴ κατ ἄστυ δημόταις λέξω τάδ ἐλθών: οἵδε γὰρ κρινοῦσί σοι εἰ χρή σε μίμνειν ἢ πορεύεσθαι πάλιν. ὦ τέκνον, ἦ βέβηκεν ἡμὶν ὁ ξένος· βέβηκεν, ὥστε πᾶν ἐν ἡσύχῳ, πάτερ, ἔξεστι φωνεῖν, ὡς ἐμοῦ μόνης πέλας. ὦ πότνιαι δεινῶπες, εὖτε νῦν ἕδρας πρώτων ἐφ ὑμῶν τῆσδε γῆς ἔκαμψ ἐγώ, Φοίβῳ τε κἀμοὶ μὴ γένησθ ἀγνώμονες, ὅς μοι, τὰ πόλλ ἐκεῖν ὅτ ἐξέχρη κακά, ταύτην ἔλεξε παῦλαν ἐν χρόνῳ μακρῷ, ἐλθόντι χώραν τερμίαν, ὅπου θεῶν σεμνῶν ἕδραν λάβοιμι καὶ ξενόστασιν, ἐνταῦθα κάμψειν τὸν ταλαίπωρον βίον, κέρδη μὲν οἰκήσαντα τοῖς δεδεγμένοις, ἄτην δὲ τοῖς πέμψασιν, οἵ μ ἀπήλασαν: σημεῖα δ ἥξειν τῶνδέ μοι παρηγγύα, ἢ σεισμὸν ἢ βροντήν τιν ἢ Διὸς σέλας, ἔγνωκα μέν νυν ὥς με τήνδε τὴν ὁδὸν οὐκ ἔσθ ὅπως οὐ πιστὸν ἐξ ὑμῶν πτερὸν ἐξήγαγ εἰς τόδ ἄλσος: οὐ γὰρ ἄν ποτε πρώταισιν ὑμῖν ἀντέκυρς ὁδοιπορῶν, νήφων ἀοίνοις, κἀπὶ σεμνὸν ἑζόμην βάθρον τόδ ἀσκέπαρνον. ἀλλά μοι, θεαί, βίου κατ ὀμφὰς τὰς Ἀπόλλωνος δότε πέρασιν ἤδη καὶ καταστροφήν τινα, εἰ μὴ δοκῶ τι μειόνως ἔχειν, ἀεὶ μόχθοις λατρεύων τοῖς ὑπερτάτοις βροτῶν. ἴτ, ὦ γλυκεῖαι παῖδες ἀρχαίου Σκότου, ἴτ, ὦ μεγίστης Παλλάδος καλούμεναι πασῶν Ἀθῆναι τιμιωτάτη πόλις, οἰκτίρατ ἀνδρὸς Οἰδίπου τόδ ἄθλιον εἴδωλον: οὐ γὰρ δὴ τόδ ἀρχαῖον δέμας. σίγα: πορεύονται γὰρ οἵδε δή τινες χρόνῳ παλαιοί, σῆς ἕδρας ἐπίσκοποι. σιγήσομαί τε καὶ σύ μ ἐξ ὁδοῦ πόδα κρύψον κατ ἄλσος, τῶνδ ἑώς ἂν ἐκμάθω τίνας λόγους ἐροῦσιν: ἐν γὰρ τῷ μαθεῖν ἔνεστιν ηὑλάβεια τῶν ποιουμένων.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION