호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τέκνον τυφλοῦ γέροντος Ἀντιγόνη, τίνας χώρους ἀφίγμεθ ἢ τίνων ἀνδρῶν πόλιν·? τίς τὸν πλανήτην Οἰδίπουν καθ ἡμέραν τὴν νῦν σπανιστοῖς δέξεται δωρήμασιν· σμικρὸν μὲν ἐξαιτοῦντα, τοῦ σμικροῦ δ ἔτι μεῖον φέροντα, καὶ τόδ ἐξαρκοῦν ἐμοί: στέργειν γὰρ αἱ πάθαι με χὠ χρόνος ξυνὼν μακρὸς διδάσκει καὶ τὸ γενναῖον τρίτον. ἀλλ, ὦ τέκνον, θάκησιν εἴ τινα βλέπεις ἢ πρὸς βεβήλοις ἢ πρὸς ἄλσεσιν θεῶν, στῆσόν με κἀξίδρυσον, ὡς πυθώμεθα ὅπου ποτ ἐσμέν: μανθάνειν γὰρ ἥκομεν ξένοι πρὸς ἀστῶν, ἃν δ ἀκούσωμεν τελεῖν. πάτερ ταλαίπωρ Οἰδίπους, πύργοι μέν, οἳ πόλιν στέγουσιν, ὡς ἀπ ὀμμάτων, πρόσω: χῶρος δ ὅδ ἱερός, ὡς ἀπεικάσαι, βρύων δάφνης, ἐλαίας, ἀμπέλου: πυκνόπτεροι δ εἴσω κατ αὐτὸν εὐστομοῦς ἀηδόνες: οὗ κῶλα κάμψον τοῦδ ἐπ ἀξέστου πέτρου: μακρὰν γὰρ ὡς γέροντι προὐστάλης ὁδόν. κάθιζέ νύν με καὶ φύλασσε τὸν τυφλόν. χρόνου μὲν οὕνεκ οὐ μαθεῖν με δεῖ τόδε. ἔχεις διδάξαι δή μ ὅποι καθέσταμεν· τὰς γοῦν Ἀθήνας οἶδα, τὸν δὲ χῶρον οὔ. πᾶς γάρ τις ηὔδα τοῦτό γ ἡμὶν ἐμπόρων. ἀλλ ὅστις ὁ τόπος ἦ μάθω μολοῦσά ποι· ναί, τέκνον, εἴπερ ἐστί γ ἐξοικήσιμος. ἀλλ ἐστὶ μὴν οἰκητός: οἰόμαι δὲ δεῖν οὐδέν: πέλας γὰρ ἄνδρα τόνδε νῷν ὁρῶ. ἦ δεῦρο προσστείχοντα κἀξορμώμενον· καὶ δὴ μὲν οὖν παρόντα: χὤ τί σοι λέγειν εὔκαιρόν ἐστιν, ἔννεφ, ὡς ἀνὴρ ὅδε.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기