호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τὰ μὲν περισσεύοντα τῶν λόγων ἄφες, καὶ μήτε μήτηρ ὡς κακὴ δίδασκέ με, μήθ ὡς πατρῴαν κτῆσιν Αἴγισθος δόμων ἀντλεῖ, τὰ δ ἐκχεῖ, τὰ δὲ διασπείρει μάτην:? χρόνου γὰρ ἄν σοι καιρὸν ἐξείργοι λόγος. ἃ δ ἁρμόσει μοι τῷ παρόντι νῦν χρόνῳ σήμαιν, ὅπου φανέντες ἢ κεκρυμμένοι γελῶντας ἐχθροὺς παύσομεν τῇ νῦν ὁδῷ. οὕτω δ ὅπως μήτηρ σε μὴ πιγνώσεται φαιδρῷ προσώπῳ νῷν ἐπελθόντοιν δόμους: ἀλλ ὡς ἐπ ἄτῃ τῇ μάτην λελεγμένῃ στέναζ: ὅταν γὰρ εὐτυχήσωμεν, τότε χαίρειν παρέσται καὶ γελᾶν ἐλευθέρως. ἀλλ ὦ κασίγνηθ, ὧδ ὅπως καὶ σοὶ φίλον καὶ τοὐμὸν ἔσται τῇδ: ἐπεὶ τὰς ἡδονὰς πρὸς σοῦ λαβοῦσα κοὐκ ἐμὰς ἐκτησάμην, κοὐδ ἄν σε λυπήσασα δεξαίμην βραχὺ αὐτὴ μέγ εὑρεῖν κέρδος: οὐ γὰρ ἂν καλῶς ὑπηρετοίην τῷ παρόντι δαίμονι. ἀλλ οἶσθα μὲν τἀνθένδε, πῶς γὰρ οὔ· κλύων ὁθούνεκ Αἴγισθος μὲν οὐ κατὰ στέγας, μήτηρ δ ἐν οἴκοις: ἣν σὺ μὴ δείσῃς ποθ ὡς γέλωτι τοὐμὸν φαιδρὸν ὄψεται κάρα. μῖσός τε γὰρ παλαιὸν ἐντέτηκέ μοι, κἀπεί ς ἐσεῖδον, οὔ ποτ ἐκλήξω χαρᾷ δακρυρροοῦσα: πῶς γὰρ ἂν λήξαιμ ἐγώ, ἥτις μιᾷ σε τῇδ ὁδῷ θανόντα τε καὶ ζῶντ ἐσεῖδον· εἴργασαι δέ μ ἄσκοπα: ὥστ εἰ πατήρ μοι ζῶν ἵκοιτο, μηκέτ ἂν τέρας νομίζειν αὐτό, πιστεύειν δ ὁρᾶν. ὅτ οὖν τοιαύτην ἡμὶν ἐξήκεις ὁδόν, ἄρχ αὐτὸς ὥς σοι θυμός: ὡς ἐγὼ μόνη οὐκ ἂν δυοῖν ἥμαρτον: ἢ γὰρ ἂν καλῶς ἔσως ἐμαυτὴν ἢ καλῶς ἀπωλόμην.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기