호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τὰ μὲν περισσεύοντα τῶν λόγων ἄφες, καὶ μήτε μήτηρ ὡς κακὴ δίδασκέ με, μήθ ὡς πατρῴαν κτῆσιν Αἴγισθος δόμων ἀντλεῖ, τὰ δ ἐκχεῖ, τὰ δὲ διασπείρει μάτην:? χρόνου γὰρ ἄν σοι καιρὸν ἐξείργοι λόγος. ἃ δ ἁρμόσει μοι τῷ παρόντι νῦν χρόνῳ σήμαιν, ὅπου φανέντες ἢ κεκρυμμένοι γελῶντας ἐχθροὺς παύσομεν τῇ νῦν ὁδῷ. οὕτω δ ὅπως μήτηρ σε μὴ πιγνώσεται φαιδρῷ προσώπῳ νῷν ἐπελθόντοιν δόμους: ἀλλ ὡς ἐπ ἄτῃ τῇ μάτην λελεγμένῃ στέναζ: ὅταν γὰρ εὐτυχήσωμεν, τότε χαίρειν παρέσται καὶ γελᾶν ἐλευθέρως. ἀλλ ὦ κασίγνηθ, ὧδ ὅπως καὶ σοὶ φίλον καὶ τοὐμὸν ἔσται τῇδ: ἐπεὶ τὰς ἡδονὰς πρὸς σοῦ λαβοῦσα κοὐκ ἐμὰς ἐκτησάμην, κοὐδ ἄν σε λυπήσασα δεξαίμην βραχὺ αὐτὴ μέγ εὑρεῖν κέρδος: οὐ γὰρ ἂν καλῶς ὑπηρετοίην τῷ παρόντι δαίμονι. ἀλλ οἶσθα μὲν τἀνθένδε, πῶς γὰρ οὔ· κλύων ὁθούνεκ Αἴγισθος μὲν οὐ κατὰ στέγας, μήτηρ δ ἐν οἴκοις: ἣν σὺ μὴ δείσῃς ποθ ὡς γέλωτι τοὐμὸν φαιδρὸν ὄψεται κάρα. μῖσός τε γὰρ παλαιὸν ἐντέτηκέ μοι, κἀπεί ς ἐσεῖδον, οὔ ποτ ἐκλήξω χαρᾷ δακρυρροοῦσα: πῶς γὰρ ἂν λήξαιμ ἐγώ, ἥτις μιᾷ σε τῇδ ὁδῷ θανόντα τε καὶ ζῶντ ἐσεῖδον· εἴργασαι δέ μ ἄσκοπα: ὥστ εἰ πατήρ μοι ζῶν ἵκοιτο, μηκέτ ἂν τέρας νομίζειν αὐτό, πιστεύειν δ ὁρᾶν. ὅτ οὖν τοιαύτην ἡμὶν ἐξήκεις ὁδόν, ἄρχ αὐτὸς ὥς σοι θυμός: ὡς ἐγὼ μόνη οὐκ ἂν δυοῖν ἥμαρτον: ἢ γὰρ ἂν καλῶς ἔσως ἐμαυτὴν ἢ καλῶς ἀπωλόμην. σιγᾶν ἐπῄνες ὡς ἐπ ἐξόδῳ κλύω τῶν ἔνδοθεν χωροῦντος.
εἴσιτ, ὦ ξένοι, ἄλλως τε καὶ φέροντες οἷ ἂν οὔτε τις δόμων ἀπώσαιτ οὔτ ἂν ἡσθείη λαβών. ὦ πλεῖστα μῶροι καὶ φρενῶν τητώμενοι, πότερα παρ οὐδὲν τοῦ βίου κήδεσθ ἔτι ἢ νοῦς ἔνεστιν οὔτις ὑμὶν ἐγγενής, ὅτ οὐ παρ αὐτοῖς, ἀλλ ἐν αὐτοῖσιν κακοῖς τοῖσιν μεγίστοις ὄντες οὐ γιγνώσκετε· ἀλλ εἰ σταθμοῖσι τοῖσδε μὴ κύρουν ἐγὼ πάλαι φυλάσσων, ἦν ἂν ὑμὶν ἐν δόμοις τὰ δρώμεν ὑμῶν πρόσθεν ἢ τὰ σώματα: νῦν δ εὐλάβειαν τῶνδε προυθέμην ἐγώ. καὶ νῦν ἀπαλλαχθέντε τῶν μακρῶν λόγων καὶ τῆς ἀπλήστου τῆσδε σὺν χαρᾷ βοῆς εἴσω παρέλθεθ, ὡς τὸ μὲν μέλλειν κακὸν ἐν τοῖς τοιούτοις ἔστ, ἀπηλλάχθαι δ ἀκμή. πῶς οὖν ἔχει τἀντεῦθεν εἰσιόντι μοι·
καλῶς: ὑπάρχει γάρ σε μὴ γνῶναί τινα. ἤγγειλας, ὡς ἐοίκεν, ὡς τεθνηκότα. εἷς τῶν ἐν Αἵδου μάνθαν ἐνθάδ ὢν ἀνήρ. χαίρουσιν οὖν τούτοισιν· ἢ τίνες λόγοι· τελουμένων εἴποιμ ἄν: ὡς δὲ νῦν ἔχει, καλῶς τὰ κείνων πάντα, καὶ τὰ μὴ καλῶς. τίς οὗτός ἐστ, ἀδελφέ· πρὸς θεῶν φράσον. οὐχὶ ξυνίης· οὐδέ γ ἐς θυμὸν φέρω. οὐκ οἶσθ ὅτῳ μ ἔδωκας εἰς χέρας ποτέ· ποίῳ· τί φωνεῖς· οὗ τὸ Φωκέων πέδον ὑπεξεπέμφθην σῇ προμηθίᾳ χεροῖν. ἦ κεῖνος οὗτος, ὅν ποτ ἐκ πολλῶν ἐγὼ μόνον προσηῦρον πιστὸν ἐν πατρὸς φόνῳ· ὅδ ἐστί: μή μ ἔλεγχε πλείοσιν λόγοις. ὦ φίλτατον φῶς, ὦ μόνος σωτὴρ δόμων Ἀγαμέμνονος, πῶς ἦλθες·
ἦ σὺ κεῖνος εἶ, ὃς τόνδε κἄμ ἔσωσας ἐκ πολλῶν πόνων· ὦ φίλταται μὲν χεῖρες, ἥδιστον δ ἔχων ποδῶν ὑπηρέτημα, πῶς οὕτω πάλαι ξυνών μ ἔληθες οὐδ ἔφαινες, ἀλλά με λόγοις ἀπώλλυς, ἔργ ἔχων ἥδιστ ἐμοί· χαῖρ, ὦ πάτερ: πατέρα γὰρ εἰσορᾶν δοκῶ: χαῖρ: ἴσθι δ ὡς μάλιστά ς ἀνθρώπων ἐγὼ ἤχθηρα κἀφίλης ἐν ἡμέρᾳ μιᾷ. ἀρκεῖν δοκεῖ μοι: τοὺς γὰρ ἐν μέσῳ λόγους πολλαὶ κυκλοῦνται νύκτες ἡμέραι τ ἴσαι, αἳ ταῦτά σοι δείξουσιν, Ἠλέκτρα, σαφῆ. σφῷν δ ἐννέπω γε τοῖν παρεστώτοιν ὅτι νῦν καιρὸς ἔρδειν: νῦν Κλυταιμνήστρα μόνη, νῦν οὔτις ἀνδρῶν ἔνδον: εἰ δ ἐφέξετον, φροντίζεθ ὡς τούτοις τε καὶ σοφωτέροις ἄλλοισι τούτων πλείοσιν μαχούμενοι. οὐκ ἂν μακρῶν ἔθ ἡμὶν οὐδὲν ἂν λόγων, Πυλάδη, τόδ εἰή τοὔργον, ἀλλ ὅσον τάχος χωρεῖν ἔσω, πατρῷα προσκύσανθ ἕδη θεῶν, ὅσοιπερ πρόπυλα ναίουσιν τάδε.
ἄναξ Ἄπολλον, ἵλεως αὐτοῖν κλύε ἐμοῦ τε πρὸς τούτοισιν, ἥ σε πολλὰ δὴ ἀφ ὧν ἔχοιμι λιπαρεῖ προύστην χερί. νῦν δ, ὦ Λύκει Ἄπολλον, ἐξ οἱών ἔχω αἰτῶ, προπίτνω, λίσσομαι, γενοῦ πρόφρων ἡμῖν ἀρωγὸς τῶνδε τῶν βουλευμάτων, καὶ δεῖξον ἀνθρώποισι τἀπιτίμια τῆς δυσσεβείας οἱᾶ δωροῦνται θεοί.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기