호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
μόνος βροτῶν νυν ἴσθ ἐποικτίρας ποτέ.? μόνος γὰρ ἥκω τοῖς ἴσοις ἀλγῶν κακοῖς. οὐ δή ποθ ἡμῖν ξυγγενὴς ἥκεις ποθέν· ἐγὼ φράσαιμ ἄν, εἰ τὸ τῶνδ εὔνουν πάρα. ἀλλ ἐστὶν εὔνουν, ὥστε πρὸς πιστὰς ἐρεῖς. μέθες τόδ ἄγγος νῦν, ὅπως τὸ πᾶν μάθῃς. μὴ δῆτα πρὸς θεῶν τοῦτό μ ἐργάσῃ, ξένε. πείθου λέγοντι κοὐχ ἁμαρτήσει ποτέ. μή, πρὸς γενείου, μὴ ξέλῃ τὰ φίλτατα. οὔ φημ ἐάσειν. ὦ τάλαιν ἐγὼ σέθεν, Ὀρέστα, τῆς σῆς εἰ στερήσομαι ταφῆς. εὔφημα φώνει: πρὸς δίκης γὰρ οὐ στένεις. πῶς τὸν θανόντ ἀδελφὸν οὐ δίκῃ στένω· οὔ σοι προσήκει τήνδε προσφωνεῖν φάτιν. οὕτως ἄτιμός εἰμι τοῦ τεθνηκότος· ἄτιμος οὐδενὸς σύ: τοῦτο δ οὐχὶ σόν. εἴπερ γ Ὀρέστου σῶμα βαστάζω τόδε· ἀλλ οὐκ Ὀρέστου, πλὴν λόγῳ γ ἠσκημένον. ποῦ δ ἔστ ἐκείνου τοῦ ταλαιπώρου τάφος· οὐκ ἔστι: τοῦ γὰρ ζῶντος οὐκ ἔστιν τάφος. πῶς εἶπας, ὦ παῖ· ψεῦδος οὐδὲν ὧν λέγω. ἦ ζῇ γὰρ ἁνήρ· εἴπερ ἔμψυχός γ ἐγώ. ἦ γὰρ σὺ κεῖνος· τήνδε προσβλέψασά μου σφραγῖδα πατρὸς ἔκμαθ εἰ σαφῆ λέγω. ὦ φίλτατον φῶς. φίλτατον, συμμαρτυρῶ. ὦ φθέγμ, ἀφίκου· μηκέτ ἄλλοθεν πύθῃ, ἔχω σε χερσίν· ὡς τὰ λοίπ ἔχοις ἀεί. ὦ φίλταται γυναῖκες, ὦ πολίτιδες, ὁρᾶτ Ὀρέστην τόνδε, μηχαναῖσι μὲν θανόντα, νῦν δὲ μηχαναῖς σεσωσμένον. ὁρῶμεν, ὦ παῖ, κἀπὶ συμφοραῖσί μοι γεγηθὸς ἑρ´πει δάκρυον ὀμμάτων ἄπο.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기