호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὦ φιλτάτου μνημεῖον ἀνθρώπων ἐμοὶ ψυχῆς Ὀρέστου λοιπόν, ὥς ς ἀπ ἐλπίδων οὐχ ὧνπερ ἐξέπεμπον εἰσεδεξάμην.? νῦν μὲν γὰρ οὐδὲν ὄντα βαστάζω χεροῖν, δόμων δέ ς, ὦ παῖ, λαμπρὸν ἐξέπεμψ ἐγώ. ὡς ὤφελον πάροιθεν ἐκλιπεῖν βίον, πρὶν ἐς ξένην σε γαῖαν ἐκπέμψαι χεροῖν κλέψασα ταῖνδε κἀνασώσασθαι φόνου, ὅπως θανὼν ἔκεισο τῇ τόθ ἡμέρᾳ, τύμβου πατρῴου κοινὸν εἰληχὼς μέρος. νῦν δ ἐκτὸς οἴκων κἀπὶ γῆς ἄλλης φυγὰς κακῶς ἀπώλου, σῆς κασιγνήτης δίχα, κοὔτ ἐν φίλαισι χερσὶν ἡ τάλαιν ἐγὼ λουτροῖς ς ἐκόσμης οὔτε παμφλέκτου πυρὸς ἀνειλόμην, ὡς εἰκός, ἄθλιον βάρος, ἀλλ ἐν ξέναισι χερσὶ κηδευθεὶς τάλας σμικρὸς προσήκεις ὄγκος ἐν σμικρῷ κύτει. οἴμοι τάλαινα τῆς ἐμῆς πάλαι τροφῆς ἀνωφελήτου, τὴν ἐγὼ θάμ ἀμφὶ σοὶ πόνῳ γλυκεῖ παρέσχον: οὔτε γάρ ποτε μητρὸς σύ γ ἦσθα μᾶλλον ἢ κἀμοῦ φίλος, οὔθ οἱ κατ οἶκον ἦσαν, ἀλλ ἐγὼ τροφός, ἐγὼ δ ἀδελφὴ σοὶ προσηυδώμην ἀεί. νῦν δ ἐκλέλοιπε ταῦτ ἐν ἡμέρᾳ μιᾷ θανόντι σὺν σοί: πάντα γὰρ συναρπάσας θύελλ ὅπως βέβηκας. οἴχεται πατήρ: τέθνηκ ἐγὼ σοί: φροῦδος αὐτὸς εἶ θανών: γελῶσι δ ἐχθροί: μαίνεται δ ὑφ ἡδονῆς μήτηρ ἀμήτωρ, ἧς ἐμοὶ σὺ πολλάκις φήμας λάθρᾳ προύπεμπες ὡς φανούμενος τιμωρὸς αὐτός. ἀλλὰ ταῦθ ὁ δυστυχὴς δαίμων ὁ σός τε κἀμὸς ἐξαφείλετο, ὅς ς ὧδέ μοι προύπεμψεν ἀντὶ φιλτάτης μορφῆς σποδόν τε καὶ σκιὰν ἀνωφελῆ.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기