- 텍스트

Sophocles, episode

(소포클레스, episode)

ἆρ, ὦ γυναῖκες, ὀρθά τ εἰσηκούσαμεν ὀρθῶς θ ὁδοιποροῦμεν ἔνθα χρῄζομεν·? τί δ ἐξερευνᾷς καὶ τί βουληθεὶς πάρει· Αἴγισθον ἔνθ ᾤκηκεν ἱστορῶ πάλαι. ἀλλ εὖ θ ἱκάνεις χὠ φράσας ἀζήμιος. τίς οὖν ἂν ὑμῶν τοῖς ἔσω φράσειεν ἂν ἡμῶν ποθεινὴν κοινόπουν παρουσίαν· ἥδ, εἰ τὸν ἄγχιστόν γε κηρύσσειν χρεών. ἴθ, ὦ γύναι, δήλωσον εἰσελθοῦς ὅτι Φωκῆς ματεύους ἄνδρες Αἴγισθόν τινες, οἴμοι τάλαιν, οὐ δή ποθ ἧς ἠκούσαμεν φήμης φέροντες ἐμφανῆ τεκμήρια· οὐκ οἶδα τὴν σὴν κληδόν: ἀλλά μοι γέρων ἐφεῖτ Ὀρέστου Στρόφιος ἀγγεῖλαι πέρι. τί δ ἔστιν, ὦ ξέν· ὥς μ ὑπέρχεται φόβος. φέροντες αὐτοῦ σμικρὰ λείψαν ἐν βραχεῖ τεύχει θανόντος, ὡς ὁρᾷς, κομίζομεν. οἲ γὼ τάλαινα, τοῦτ ἐκεῖν ἤδη σαφὲς πρόχειρον ἄχθος, ὡς ἐοίκε, δέρκομαι. εἴπερ τι κλαίεις τῶν Ὀρεστείων κακῶν, τόδ ἄγγος ἴσθι σῶμα τοὐκείνου στέγον. ὦ ξεῖνε, δός νυν, πρὸς θεῶν, εἴπερ τόδε κέκευθεν αὐτὸν τεῦχος, εἰς χεῖρας λαβεῖν, ὅπως ἐμαυτὴν καὶ γένος τὸ πᾶν ὁμοῦ ξὺν τῇδε κλαύσω κἀποδύρωμαι σποδῷ. δόθ, ἥτις ἐστί, προσφέροντες: οὐ γὰρ ὡς ἐν δυσμενείᾳ γ οὖς ἐπαιτεῖται τάδε, ἀλλ ἢ φίλων τις ἢ πρὸς αἵματος φύσιν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION