호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
πείθου:? προνοίας οὐδὲν ἀνθρώποις ἔφυ κέρδος λαβεῖν ἄμεινον οὐδὲ νοῦ σοφοῦ. ἀπροσδόκητον οὐδὲν εἴρηκας: καλῶς δ ᾔδη ς ἀπορρίψουσαν ἁπηγγελλόμην. ἀλλ αὐτόχειρί μοι μόνῃ τε δραστέον τοὔργον τόδ: οὐ γὰρ δὴ κενόν γ ἀφήσομεν. φεῦ: εἴθ ὤφελες τοιάδε τὴν γνώμην πατρὸς θνῄσκοντος εἶναι: πᾶν γὰρ ἂν κατειργάσω. ἀλλ ἦ φύσιν γε, τὸν δὲ νοῦν ἥσσων τότε. ἄσκει τοιαύτη νοῦν δι αἰῶνος μένειν. ὡς οὐχὶ συνδράσουσα νουθετεῖς τάδε. εἰκὸς γὰρ ἐγχειροῦντα καὶ πράσσειν κακῶς. ζηλῶ σε τοῦ νοῦ, τῆς δὲ δειλίας στυγῶ. ἀνέξομαι κλύουσα χὤταν εὖ λέγῃς. ἀλλ οὔ ποτ ἐξ ἐμοῦ γε μὴ πάθῃς τόδε. μακρὸς τὸ κρῖναι ταῦτα χὠ λοιπὸς χρόνος. ἄπελθε: σοὶ γὰρ ὠφέλησις οὐκ ἔνι. ἔνεστιν: ἀλλὰ σοὶ μάθησις οὐ πάρα. ἐλθοῦσα μητρὶ ταῦτα πάντ ἔξειπε σῇ. οὐδ αὖ τοσοῦτον ἔχθος ἐχθαίρω ς ἐγώ. ἀλλ οὖν ἐπίστω γ οἷ μ ἀτιμίας ἄγεις. ἀτιμίας μὲν οὔ, προμηθίας δὲ σοῦ. τῷ σῷ δικαίῳ δῆτ ἐπισπέσθαι με δεῖ· ὅταν γὰρ εὖ φρονῇς, τόθ ἡγήσει σὺ νῷν. ἦ δεινὸν εὖ λέγουσαν ἐξαμαρτάνειν. εἴρηκας ὀρθῶς ᾧ σὺ πρόσκεισαι κακῷ. τί δ· οὐ δοκῶ σοι ταῦτα σὺν δίκῃ λέγειν· ἀλλ ἔστιν ἔνθα χἠ δίκη βλάβην φέρει. τούτοις ἐγὼ ζῆν τοῖς νόμοις οὐ βούλομαι. ἀλλ εἰ ποήσεις ταῦτ, ἐπαινέσεις ἐμέ. καὶ μὴν ποήσω γ οὐδὲν ἐκπλαγεῖσά σε. καὶ τοῦτ ἀληθές, οὐδὲ βουλεύσει πάλιν· βουλῆς γὰρ οὐδέν ἐστιν ἔχθιον κακῆς. φρονεῖν ἐοίκας οὐδὲν ὧν ἐγὼ λέγω. πάλαι δέδοκται ταῦτα κοὐ νεωστί μοι.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기