호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
φεῦ, τῆς ἀνοίας ὥς ς ἐποικτίρω πάλαι.? τί δ ἔστιν· οὐ πρὸς ἡδονὴν λέγω τάδε· οὐκ οἶσθ ὅποι γῆς οὐδ ὅποι γνώμης φέρει. πῶς δ οὐκ ἐγὼ κάτοιδ ἅ γ εἶδον ἐμφανῶς· τέθνηκεν, ὦ τάλαινα, τἀκείνου δέ σοι σωτήρι ἔρρει: μηδὲν εἰς κεῖνόν γ ὁρ´α. οἴμοι τάλαινα: τοῦ τάδ ἤκουσας βροτῶν· τοῦ πλησίον παρόντος, ἡνίκ ὤλλυτο. καὶ ποῦ στιν οὗτος· θαῦμά τοί μ ὑπέρχεται. κατ οἶκον, ἡδὺς οὐδὲ μητρὶ δυσχερής. οἴμοι τάλαινα: τοῦ γὰρ ἀνθρώπων ποτ ἦν τὰ πολλὰ πατρὸς πρὸς τάφον κτερίσματα· οἶμαι μάλιστ ἔγωγε τοῦ τεθνηκότος μνημεῖ Ὀρέστου ταῦτα προσθεῖναί τινα. ὦ δυστυχής: ἐγὼ δὲ σὺν χαρᾷ λόγους τοιούσδ ἔχους ἔσπευδον, οὐκ εἰδυῖ ἄρα ἵν ἦμεν ἄτης: ἀλλὰ νῦν, ὅθ ἱκόμην, τά τ ὄντα πρόσθεν ἄλλα θ εὑρίσκω κακά. οὕτως ἔχει σοι ταῦτ: ἐὰν δέ μοι πίθῃ, τῆς νῦν παρούσης πημονῆς λύσεις βάρος. ἦ τοὺς θανόντας ἐξαναστήσω ποτέ· οὐκ ἔσθ ὅ γ εἶπον: οὐ γὰρ ὧδ ἄφρων ἔφυν. τί γὰρ κελεύεις ὧν ἐγὼ φερέγγυος· τλῆναί σε δρῶσαν ἃν ἐγὼ παραινέσω. ἀλλ εἴ τις ὠφέλειά γ, οὐκ ἀπώσομαι. ὁρ´α, πόνου τοι χωρὶς οὐδὲν εὐτυχεῖ. ὁρῶ. ξυνοίσω πᾶν ὅσονπερ ἂν σθένω.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기