호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ δὴ λέγω σοι πᾶν ὅσον κατειδόμην.? ἐπεὶ γὰρ ἦλθον πατρὸς ἀρχαῖον τάφον, ὁρῶ κολώνης ἐξ ἄκρας νεορρύτους πηγὰς γάλακτος καὶ περιστεφῆ κύκλῳ πάντων ὅς ἐστὶν ἀνθέων θήκην πατρός. ἰδοῦσα δ ἔσχον θαῦμα, καὶ περισκοπῶ μή πού τις ἡμῖν ἐγγὺς ἐγχρίμπτῃ βροτῶν. ὡς δ ἐν γαλήνῃ πάντ ἐδερκόμην τόπον, τύμβου προσεῖρπον ἆσσον: ἐσχάτης δ ὁρῶ πυρᾶς νεώρη βόστρυχον τετμημένον: κεὐθὺς τάλαιν ὡς εἶδον, ἐμπαίει τί μοι ψυχῇ σύνηθες ὄμμα, φιλτάτου βροτῶν πάντων Ὀρέστου τοῦθ ὁρᾶν τεκμήριον: καὶ χερσὶ βαστάσασα δυσφημῶ μὲν οὔ, χαρᾷ δὲ πίμπλημ εὐθὺς ὄμμα δακρύων. καὶ νῦν θ ὁμοίως καὶ τότ ἐξεπίσταμαι μή του τόδ ἀγλάϊσμα πλὴν κείνου μολεῖν: τῷ γὰρ προσήκει πλήν γ ἐμοῦ καὶ σοῦ τόδε· κἀγὼ μὲν οὐκ ἔδρασα, τοῦτ ἐπίσταμαι, οὐδ αὖ σύ: πῶς γάρ· ᾗ γε μηδὲ πρὸς θεοὺς ἔξεστ ἀκλαύστῳ τῆσδ ἀποστῆναι στέγης. ἀλλ οὐδὲ μὲν δὴ μητρὸς οὔθ ὁ νοῦς φιλεῖ τοιαῦτα πράσσειν οὔτε δρῶς ἐλάνθαν ἄν: ἀλλ ἔστ Ὀρέστου ταῦτα τἀπιτύμβια. ἀλλ, ὦ φίλη, θάρσυνε: τοῖς αὐτοῖσί τοι οὐχ αὑτὸς αἰεὶ δαιμόνων παραστατεῖ. νῷν ἦν τὰ πρόσθεν στυγνός: ἡ δὲ νῦν ἴσως πολλῶν ὑπάρξει κῦρος ἡμέρα καλῶν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기